Zacchaeus
1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος—καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. 3Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. 5Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπεν πρὸς αὐτόν, «Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.» 6Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7Καὶ ἰδόντες, πάντες διεγόγγυζον, λέγοντες ὅτι «Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.»
8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον, «Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.» 9Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν· 10ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.»
Parable of the despised king
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12Εἶπεν οὖν· «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‹Πραγματεύσασθε ἕως ἔρχομαι.› 14Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‹Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.› 15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτόν, λαβόντα τὴν βασιλείαν, εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο. 16Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‹Κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.› 17Καὶ εἶπεν αὐτῷ· ‹Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.› 18Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‹Κύριε, ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς.› 19Εἶπεν δὲ καὶ τούτῳ, ‹Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.› 20Καὶ ἕτερος ἦλθεν λέγων· ‹Κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ— 21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.› 22Λέγει δὲ αὐτῷ· ‹Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα. 23Καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;› 24Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‹Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.› 25(Καὶ εἶπον αὐτῷ, ‹Κύριε, ἔχει δέκα μνᾶς.›) 26‹Λέγω γὰρ ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 27Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου.› »
The last week
The ‘Triumphal Entry’
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ 30εἰπών· «Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν. Λύσαντες αὐτὸν ἀγάγετε. 31Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‹Διὰ τί λύετε;› οὕτως ἐρεῖτε αὐτῷ ὅτι ‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.› »
A steed for the King
32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, «Τί λύετε τὸν πῶλον;» 34Οἱ δὲ εἶπον, «Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.» 35Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
Rejoicing and praising
37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38λέγοντες· «Εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις.»
A sour note
39Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.» 40Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.»
Jesus weeps over Jerusalem
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, 42λέγων ὅτι «Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι· καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν. 44Καὶ ἐδαφιοῦσίν σε, καὶ τὰ τέκνα σου ἐν σοί—καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ—ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.»
Jesus cleanses the temple
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46λέγων αὐτοῖς, «Γέγραπται· ‹Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν,› ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.»
47Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Notes


*19:1 εισελθων rell ¦ 1 ο ιησους [13%] ¦ two other variants

19:2 ουτος ην f35 A(W)Q [92%] CP,HF,RP,TR,OC ¦ αυτος 2 [1%] ¦ αυτος B,T [6%] NU ¦ 2 ℵ [1%] ¦ — D

19:4 προδραμων f35 ℵA,B,Q [67%] HF,RP,TR,OC,NU ¦ προσδραμων T,W [20%] CP ¦ δραμων [13%] ¦ προλαβων D

§19:4 εμπροσθεν f35 A,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εις το 1 ℵB,T [1%] NU

*19:4 συκομοραιαν f35 [58%] ¦ συκομωραιαν T,W [33%] HF,RP,TR ¦ συκομωρεαν D,Q [7%] CP ¦ συκομορεαν ℵB [2%] OC,NU ¦ συκωμοραιαν A

19:4 οτι f35 ℵA,B(D)Q,T,W [75%] CP,HF,RP,OC,NU ¦ 1 δι [25%] TR

19:4 ημελλεν f35 ℵA,B,D,Q,T,W [60%] TR,OC,NU ¦ εμελλεν [40%] CP,HF,RP

§19:5 ειδεν αυτον και f35 A(D)Q,W [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,T [1%] NU

*19:7 παντες f35 ℵA,B,D,Q,T,W [90%] CP,HF,RP,OC,NU ¦ απαντες [10%] TR

19:8 κυριον rell ¦ ιησουν [21%]

19:8 ημιση f35 Q [96.5%] CP,HF,RP,TR,OC ¦ ημισια ℵB [2%] NU ¦ ημισεια [0.5%] ¦ ημισυ A(W) [1%] ¦ ημυσοι D

§19:8 των υπαρχοντων μου f35 A,Q,W [89%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵB [1%] NU ¦ 12 μοι D [10%]

*19:8 διδωμι τοις πτωχοις f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ ~ 231 ℵ,D,Q [1%] NU ¦ 13 [2%] ¦ ~ 31 B

19:10 ζητησαι rell ¦ ζητεισαι CP

19:11 αυτον ειναι ιερουσαλημ f35 A(D)W [96%] CP,HF,RP,TR,OC ¦ ~ 213 Q [3%] ¦ ~ 231 ℵB [0.5%] NU ¦ three other variants

§19:13 πραγματευσασσθε rell ¦ πραγματευσασθαι ℵA [1%] ¦ πραγματευεσθε [11%] ¦ πραγματευεσθαι D,W [1.5%]

*19:13 εως f35 [91%] CP,HF,RP,TR ¦ εν ω ℵA,B,D,W [9%] OC,NU

19:14 θελομεν rell ¦ θελωμεν [18%]

19:15 βασιλειαν f35 [37%] CP ¦ 1 και ℵA,B,D,W [63%] HF,RP,TR,OC,NU

§19:15 εδωκεν f35 A,W [93%] CP,HF,RP,TR,OC ¦ δεδωκει ℵB,D [3%] NU ¦ εδωθη [1%] ¦ δεδωκε [1.5%] ¦ εδεδωκει [1.5%]

*19:15 γνω f35 A,W [98%] CP,HF,RP,TR ¦ γνοι ℵB,D [0.5%] NU ¦ επιγνω [1.5%] OC

19:15 τις τι διεπραγματευσατο f35 A (93.3%) CP,HF,RP,TR,OC ¦ 12 επραγματευσατο W (5.3%) ¦ 2 διεπραγματευσαντο ℵB,D (0.7%) NU ¦ 12 διεπραξατο (0.7%) (There are a number of small variations, but all told only 0.8% omit τις and 0.7% omit τι, while there are at least eight further variations of the verb.)

19:16 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας [45%]

§19:16 προσειργασατο δεκα f35 W [94%] CP,HF,RP,TR,OC ¦ προσηργασατο 2 A [2%] ¦ ειργασατο 2 [1.5%] ¦ εποιησε 2 [1.5%] ¦ ~ 2 προσηργασατο (ℵ)B(D) [1%] NU

*19:17 ευ f35 ℵA,W [99.8%] CP,HF,RP,TR,OC ¦ ευγε B,D [0.2%] NU

19:18 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας N [45%]

19:18 κυριε η μνα σου f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 2341 ℵB [0.3%] NU ¦ ~ 2 μνας 41 [0.2%]

§19:19 γινου επανω f35 (A)(D)N(W) [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 (ℵB) [1%] NU

*19:20 ετερος f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ ο 1 B,D [2%] NU ¦ οτερος ℵ

19:20 μνα f35 ℵA,B,D,W [55%] CP,HF,RP,TR,OC,NU ¦ μνας N [45%]

19:21 εσπειρας rell ¦ 1 και συναγεις οθεν ου διεσκορπισας N [13%] OC

§19:22 δε f35 A,W [73%] CP,HF,RP,TR ¦ — ℵB,N [27%] OC,NU ¦ ο 1 ειπεν D

*19:22 εγω ανθρωπος αυστηρος ειμι rell ¦ ~ 2341 OC

19:22 εσπειρα rell ¦ 1 και συναγων οθεν ου διεσκορπισα N [5%] OC (with variations [3%])

19:23 το αργυριον μου f35 D,N [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵA,B,W [1.5%] NU

§19:23 την τραπεζαν f35 [23%] TR,OC ¦ 2 ℵA,B,D,N,W [77%] HF,RP,NU ¦ της τραπεζιταις CP

*19:23 και εγω f35 A,N,W [99%] (CP)HF,RP,TR,OC ¦ καγω ℵB,D [1%] NU

19:23 εγω ελθων rell ¦ ~ 21 [3%] CP

19:23 επραξα αυτο f35 D,N,W [89.5%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB [0.5%] NU ¦ ~ 2 ανεπραξα A ¦ 1 αυτω [10%]

§19:25 ειπον rell ¦ ειπαν ℵB [0.5%] NU ¦ — (D,W)

*19:26 γαρ f35 A D,N,W [96%] CP,HF,RP,TR,OC ¦ — (ℵ)B [4%] NU

19:26 απ αυτου f35 A,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.2%] NU

19:27 εκεινους f35 A(D)N,W [91%] CP,HF,RP,TR,OC ¦ τουτους ℵB [8%] NU ¦ — [1%]

§19:27 κατασφαξατε f35 A,D,W [96%] CP,HF,RP,TR ¦ 1 αυτους (ℵ)B,N [4%] OC,NU

*19:29 βηθσφαγη f35 B [53%] CP,HF,RP,OC ¦ βηθφαγη ℵA,D,N,W [43%] TR,NU ¦ βηθσφαγην [3%] ¦ βηθφαγην [1%] [Three consonants in a row are decidedly more difficult to pronounce than two—it is hard to imagine why anyone would add the sigma.]

19:29 βηθανιαν f35 A,N,W [94%] CP,HF,RP,TR,OC[NU] ¦ βιθανιαν [5.5%] ¦ βηθανια ℵB,D [0.5%]

19:29 αυτου f35 A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.3%] NU

§19:30 ειπων f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ λεγων ℵB,D [1.5%] NU

*19:30 εκαθισεν f35 ℵA,N,W [99%] CP,HF,RP,TR,OC ¦ 1 και B [1%] NU ¦ long omission D

19:31 αυτω f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ αυτον [1%] ¦ — ℵB,D [1.5%] NU

19:32 αυτοις rell ¦ 1 εστωτα τον πωλον [4%] OC

§19:33 ειπον rell ¦ ειπαν ℵB [0.5%] NU ¦ one other variant (also in verse 34)

*19:34 ειπον f35 [72%] CP,HF,RP,TR ¦ 1 οτι ℵA,B,D,N,W [28%] OC,NU

19:35 επιρριψαντες f35 [90%] CP,HF,RP,TR,OC ¦ επιριψαντες ℵA,B,N,W [10%] NU ¦ επεριψαν D

19:35 εαυτων f35 A,N,W [92%] CP,HF,RP,TR,OC ¦ αυτων ℵB(D) [8%] NU

§19:36 αυτων rell ¦ εαυτων A,B,N,W [12%]

*19:37 ηρξαντο f35 ℵA,B,N [70%] CP,HF,RP,TR,NU ¦ ηρξατο D,W [30%] OC

19:38 ερχομενος f35 A,N(W) [99.5%] CP,HF,RP,TR,OC ¦ 1 ο (ℵ)B(D) [0.5%] NU

19:38 ειρηνη εν ουρανω f35 D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 231 B [0.5%] NU ¦ 12 ουρανοις A ¦ 232 ιρηνη ℵ

§19:39 ειπον rell ¦ ειπαν ℵA,B,D [0.5%] NU

*19:40 αυτοις f35 A(D)(N)W [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB [0.5%] NU

19:40 οτι f35 ℵA,D,N [95.5%] CP,HF,RP,TR,OC ¦ — B,W [4.5%] NU

19:40 σιωπησωσιν f35 [97.5%] CP,HF,RP,TR,OC ¦ σιωπησουσιν ℵA,B,N,W [2.5%] NU ¦ σειγησουσιν D

§19:40 κεκραξονται f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ κραξουσιν ℵB [0.2%] NU ¦ κραζονται D ¦ one other variant

*19:41 αυτη f35 N [78%] CP,HF,RP,TR,OC ¦ αυτην ℵA,B,D,W [22%] NU

19:42 και συ (σοι 1.1%) και γε εν τη ημερα σου ταυτη f35 N,W (88.1%) CP,HF,RP,TR,OC ¦ 12345679 A (9.3%) ¦ ~ 567912 ℵB (1%) NU ¦ 125679 D (0.2%) ¦ 12345 ταις ημεραις ταυταις (1.1%) ¦ three other readings (0.2%)

19:42 σου f35 (A)N,W [93%] CP,HF,RP,TR,OC ¦ σοι D [7%] ¦ — ℵB [0.3%] NU

§19:43 περιβαλουσιν f35 A,B,W [95%] CP,HF,RP,TR,OC ¦ περιβαλλουσιν [4%] ¦ παρεμβαλουσιν ℵC [1%] NU ¦ παραβαλουσιν N ¦ βαλουσιν (D) ¦ one other variant

*19:44 εν σοι λιθον επι λιθω f35 A,C,N,W [90%] CP,HF,RP,TR,OC ¦ 12343 [8%] ¦ ~ 34312 ℵB [0.5%] NU ¦ ~ 3431 ολη 2 D [0.5%] ¦ eight other variants [1%]

19:45 εν αυτω και αγοραζοντας f35 A,D,W [97%] CP,HF,RP,TR,OC ¦ 34 N [2%] ¦ 3 τους 4 C ¦ — ℵB [1%] NU

19:46 γεγραπται f35 ℵ [82%] CP,HF,RP,TR ¦ 1 οτι A,C,D,N,W [15%] OC ¦ 1 και εσται B [2%] NU ¦ — [1%]

§19:46 εστιν f35 A,C,D,N,W [93%] CP,HF,RP,TR,OC ¦ κληθησεται [5%] ¦ — ℵB [2%] NU

*19:48 ποιησουσιν f35 W [44%] CP,OC ¦ ποιησωσιν ℵA,B,C,D,N,Q [56%] HF,RP,TR,NU