The birth of Jesus—4 BC
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
At night, in Bethlehem, the Savior is born
4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5ἀπογράψασθαι σὺν Μαριάμ, τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· 7καὶ ἔτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Angels and shepherds
8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· «Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ. 12Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε Βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.» 13Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων, 14«Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»
Shepherds go and report
15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι, οἱ ποιμένες, εἶπον πρὸς ἀλλήλους, «Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.» 16Καὶ ἦλθον σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ Βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20Καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
Jesus is named
21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Jesus is presented to God
22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ 23(καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται»), 24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.»
Simeon
25Καὶ ἰδού, ἦν ἄνθρωπος ἐν Ἱερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν. 26(Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.) 27Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν· 29«Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, 30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· 32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» 33Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· «Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον 35(καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία), ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.»
Anna
36Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς 37καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ Αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
Back to Natsareth
39Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν, Ναζαρέτ. 40Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· καί, χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτῷ.
A twelve-year-old Boy
41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα· 42καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς. 43Καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ Παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. 44Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς. 45Καὶ μὴ εὑρόντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. 46Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. 47(Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.)
48Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.» 49Καὶ εἶπεν πρὸς αὐτούς· «Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;» 50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. 52Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Notes


*2:2 η f35 ℵA,C,W [99.4%] CP,HF,RP,TR,OC ¦ — B,D [0.6%] NU

2:3 ιδιαν f35 A,C [99.3%] CP,HF,RP,TR,OC ¦ εαυτου B,D,W [0.7%] NU ¦ εαυτων ℵ

2:4 ναζαρετ f35 B,W [73%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ ℵD [26.5%] NU ¦ ναζαραθ A,C [0.5%]

§2:5 μεμνηστευμενη f35 [99%] CP,HF,RP,TR,OC ¦ εμνηστευμενη ℵA,B,C,D [0.6%] NU ¦ εμεμνηστευμενη C ¦ two other variants [0.4%]

*2:5 γυναικι f35 A [98.4%] CP,HF,RP,TR,OC ¦ — ℵB,CvD,W [1.6%] NU

2:7 τη f35 [95.3%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,D,W [4.7%] NU

2:9 ιδου f35 A,D [99.2%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [0.8%] NU

§2:12 ευρησετε f35 B,D [87%] CP,HF,RP,TR,OC,NU ¦ ευρησεται ℵA,W [13%]

*2:12 κειμενον f35 A [94%] CP,HF,RP,TR,OC ¦ και 1 B,W [3.5%] NU ¦ — ℵD [2.5%]

2:12 εν f35 ℵA,B,D,W [90%] CP,HF,RP,OC,NU ¦ 1 τη [10%] TR

2:14 ευδοκια f35 (99.4%) CP,HF,RP,TR,OC ¦ ευδοκιας ℵA,B,D,W (0.4%) NU ¦ two other readings (0.2%) [1627 MSS x 6 MSS, according to Text und Textwert]

§2:15 και οι ανθρωποι f35 A,D (97.7%) CP,HF,RP,TR,OC ¦ και (1.1%) ¦ — (ℵ)B,W (1.1%) NU ¦ one other variant (1%)

*2:15 ειπον f35 A,D [99%] CP,HF,RP,TR,OC ¦ ελαλουν ℵB,W [0.5%] NU ¦ ειπαν [0.5%]

2:16 ηλθον f35 ℵD,W [98.2%] CP,HF,RP,TR,OC ¦ ηλθαν B [0.2%] NU ¦ απηλθον [1.6%]

2:16 ανευρον f35 ℵA [92.2%] CP,HF,RP,TR,OC ¦ ανευραν B,NU ¦ ευρον D,W [6%] ¦ ηυραν [0.7%] ¦ ευραν [0.1%]

§2:17 διεγνωρισαν f35 A [97.8%] CP,HF,RP,TR,OC ¦ εγνωρισαν ℵB,D,W [2.2%] NU

*2:20 υπεστρεψαν f35 ℵA,B,D,W [97.4%] CP,HF,RP,OC,NU ¦ επεστρεψαν [2.6%] TR

2:21 επλησθησαν f35 ℵA,B,W [82%] CP,HF,RP,TR,NU ¦ 1 αι D [18%] OC

2:21 αυτον f35 ℵA,B,W [65%] CP,HF,RP,NU ¦ το παιδον D [32%] TR,OC ¦ αυτο [3%]

§2:21 συλληφθηναι f35 [99.1%] CP,HF,RP,TR,OC ¦ συλλημφθηναι ℵA,B [0.8%] NU ¦ συνλημφθηναι D,W

*2:22 αυτων f35 ℵA,B,W [90%] CP,HF,RP,TR,OC,NU ¦ αυτου D [10%]

2:22 μωσεως f35 A [62%] CP,HF,RP,TR ¦ μωυσεως ℵB,D,W [35%] OC,NU ¦ μωυσεος [3%]

2:23 διανοιγον f35 A,B,D,W [88%] CP,HF,RP,TR,OC,NU ¦ διανοιγων ℵN [12%]

§2:24 εν f35 A,N [99%] CP,HF,RP,TR,OC ¦ 1 τω ℵB,D,W [1%] NU

*2:24 νεοσσους f35 A,D,N [85%] CP,HF,RP,TR,OC ¦ νοσσους ℵB,W [15%] NU

2:25 ην ανθρωπος f35 A,D,N [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵB,W [1%] NU

2:25 ιερουσαλημ rell ¦ ιεροσολυμοις OC

§2:25 ην αγιον f35 ℵA,B,W [83%] CP,HF,RP,OC,NU ¦ ~ 21 D,N [17%] TR

*2:26 πριν η f35 A,D,N [91%] CP,HF,RP,TR,OC ¦ 12 αν [0.5%] [NU] ¦ 1 αν B [0.5%] ¦ 1 W [8%] ¦ εως αν ℵ

2:28 αυτο f35 ℵA,B,D,N,W [70%] CP,HF,RP,TR,NU ¦ αυτον [30%] OC

2:28 αυτου f35 A,D,N [96%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [4%] NU

§2:33 (ο A,N 2.2%) ιωσηφ και η μητηρ αυτου (−α. N 0.5%) f35 (A)(N) (98.8%) CP,HF,RP,TR,OC ¦ ο πατηρ 5 (−α. 0.3%) 234 (+αυτου ℵ 0.4%) (ℵ)B,D,W (0.9%) NU ¦ three other variants (0.3%)

*2:35 δε f35 ℵA,D,N [99.6%] CP,HF,RP,TR,OC[NU] ¦ — B,W [0.4%]

2:36 ετη μετα ανδρος επτα f35 [88%] CP,HF,RP,TR,OC ¦ ~ 2314 ℵB,N,W [5.2%] NU ¦ ~ 1423 A,D [6.8%]

2:37 ως f35 W [98.5%] CP,HF,RP,TR,OC ¦ εως ℵA,B,N [1.1%] NU ¦ — D [0.4%]

§2:37 απο f35 A,N [98.7%] CP,HF,RP,TR,OC ¦ — B,D,W [1.3%] NU ¦ εκ ℵ

*2:38 αὑτη αὐτη f35 [93%] CP,HF,RP,TR,OC ¦ 1 A,B,W [4.5%] ¦ 2 ℵD,N [2.5%] NU

2:38 κυριω f35 A [99.3%] CP,HF,RP,TR,OC ¦ θεω ℵB,D,N,W [0.7%] NU

2:38 εν f35 A,D,N [94.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [5.5%] NU

§2:39 απαντα f35 A,D [95.8%] CP,HF,RP,TR,OC ¦ παντα ℵB,N,W [4.2%] NU

*2:39 τα f35 A,B,W [87%] CP,HF,RP,TR,OC,NU ¦ — ℵD,N [13%]

2:39 υπεστρεψαν f35 A,D,N [99.6%] CP,HF,RP,TR,OC ¦ επεστρεψαν (ℵ)B,W [0.4%] NU

2:39 την f35 A,N [98%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [2%] NU

§2:39 εαυτων f35 ℵA,B,D,N,W [65%] CP,HF,RP,OC,NU ¦ αυτων [35%] TR

*2:39 ναζαρετ f35 ℵN,W [63%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ Bv(D) [35.3%] NU ¦ ναζαρατ A [0.3%] ¦ ναζαραθ [1.4%]

2:40 πνευματι f35 A,N [99.6%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [0.4%] NU

2:40 σοφιας f35 ℵA,D,N [99.5%] CP,HF,RP,TR,OC ¦ σοφια B,W [0.5%] NU

§2:40 αυτω f35 (D) [41%] ¦ αυτο ℵA,B,N,W [58%] CP,HF,RP,TR,OC,NU ¦ αυτον [1%] [The dative is better—the grace was resting on Him all the time.]

*2:42 αναβαντων αυτων f35 N [90%] CP,HF,RP,TR,OC ¦ αναβαινοντων 2 (ℵ)A,B,W [9.6%] NU ¦ ανεβησαν (D) [0.4%]

2:42 εις ιεροσολυμα f35 A,CvD(N) [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [0.5%] NU

2:43 εγνω f35 A,C,N [96.4%] CP,HF,RP,TR,OC ¦ εγνωσαν ℵB,D,W [3.6%] NU

§2:43 ιωσηφ και η μητηρ f35 A,C,N [97.1%] CP,HF,RP,TR,OC ¦ οι γονεις ℵB,D,W [2.9%] NU

*2:44 εν τη συνοδια ειναι f35 A,C(N) [99%] CP,HF,RP,TR,OC ¦ ~ 4123 ℵB,D,W [1%] NU

2:44 συγγενεσιν f35 ℵA,C(D) [86%] CP,HF,RP,TR,OC ¦ συγγενευσιν B,N,W [14%] NU

2:44 και εν τοις γνωστοις f35 D [85%] CP,HF,RP,TR,OC ¦ 134 A,B,C,N,W [14.9%] NU ¦ — ℵ [0.1%]

§2:45 αυτον f35 A,N [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,C(D)W [1.5%] NU

*2:45 ζητουντες f35 ℵA,N [95%] CP,HF,RP,TR,OC ¦ αναζητουντες B,C,D,W [4.3%] NU ¦ επιζητουντες [0.7%]

2:46 μεθ f35 A,C,D,N [95.8%] CP,HF,RP,TR,OC ¦ μετα ℵB,W [4.2%] NU

2:48 προς αυτον η μητηρ αυτου ειπεν f35 A,N [98.6%] CP,HF,RP,TR,OC ¦ ~ 612345 ℵB,C,D,W [1.4%] NU

§2:51 ναζαρετ f35 ℵC,W [60%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ B,D [38.5%] NU ¦ ναζαρατ A,N [0.3%] ¦ ναζαραθ [1.2%]

*2:51 και η f35 ℵA,B,C,N,W [83.5%] CP,HF,RP,TR,OC,NU ¦ ~ 2 δε D [16.5%]

2:51 ταυτα f35 A,C,N [98.4%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1.6%] NU

2:52 προεκοπτεν f35 A,C,D,N [99.7%] CP,HF,RP,TR,OC ¦ 1 εν τη ℵ [0.1%] [NU] ¦ 1 τη B,W [0.2%]