Jesus sends out the Seventy
1Μετὰ δὲ ταῦτα, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. 2Ἔλεγεν οὖν πρὸς αὐτούς· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
3»Ὑπάγετε· ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μὴ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, ‹Εἰρήνη τῷ οἴκῳ τούτῳ.› 6Καὶ ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾿ ὑμᾶς ἀνακάμψει. 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8»Καὶ εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. 9Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς, ‹Ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.› 10Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11‹Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν. Πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.› 12Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
Jesus gives the example
13»Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. 14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15Καὶ σύ, Καπερναούμ, ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου καταβιβασθήσῃ.
16»Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.»
The Seventy return and report
17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες, «Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.» 18Εἶπεν δὲ αὐτοῖς· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19Ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.»
Jesus worships His Father
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.»
22Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν· «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» 23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπεν· «Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.»
How to inherit eternal life
25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν καὶ λέγων, «Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» 26Ὁ δὲ εἶπεν πρὸς αὐτόν· «Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;» 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καί, τὸν πλησίον σου ὡς σεαυτόν.» 28Εἶπεν δὲ αὐτῷ, «Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.» 29Ὁ δέ, θέλων δικαιοῦν ἑαυτόν, εἶπεν πρὸς τὸν Ἰησοῦν, «Καὶ τίς ἐστίν μου πλησίον;»
The good Samaritan
30Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33Σαμαρείτης δέ τις, ὁδεύων, ἦλθεν κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη· 34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια, ἔδωκεν τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, ‹Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.› 36Τίς οὖν τούτων τῶν τριῶν πλησίον, δοκεῖ σοι, γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;» 37Ὁ δὲ εἶπεν, «Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.» Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς, «Πορεύου καὶ σὺ ποίει ὁμοίως.»
Martha and Mary
38Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουεν τῶν λόγων αὐτοῦ. 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· «Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.» 41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, 42ἑνὸς δέ ἐστιν χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.»

Notes


*10:1 και f35 ℵA,C,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ — 𝕻75B,0181 [0.6%] NU

10:1 εβδομηκοντα f35 ℵA,C,W [99%] CP,HF,RP,TR,OC ¦ 1 δυο 𝕻75B,D,0181 [1%] [NU]

10:1 δυο f35 ℵA,C,D,N,W,0181 [88%] CP,HF,RP,TR,OC ¦ 11 B [12%] [NU]

§10:1 εμελλεν f35 D [55%] CP,HF,RP,TR ¦ ημελλεν ℵA,B,C,N,W,0181 [45%] OC,NU

*10:2 ουν f35 A,N,W,0181 [95%] CP,HF,RP,TR,OC ¦ δε ℵB,C,D [5%] NU

10:2 εκβαλη εργατας f35 ℵA,C,N,W [84%] CP,HF,RP,OC ¦ εκβαλλη 2 [14.6%] TR ¦ εκβαλει 2 [1%] ¦ ~ 21 (𝕻75)B,D,0181 [0.4%] [NU]

10:3 εγω f35 C,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,0181 [1%] NU

§10:4 βαλαντιον f35 [70%] HF,RP,TR ¦ βαλλαντιον 𝕻75ℵA,B,C,D,N,W,0181 [30%] CP,OC,NU

*10:4 μη f35 𝕻75ℵB,D,0181 [26%] NU ¦ μηδε A,C,W [74%] CP,HF,RP,TR,OC

10:5 οικιαν εισερχησθε f35 A,W [94.5%] CP,HF,RP,TR,OC ¦ 1 εισερχεσθε [2.5%] ¦ ~ εισελθητε 1 𝕻75(ℵ)B(D)0181 [0.5%] NU ¦ 1 εισελθητε C [1.5%] ¦ two other variants [1%]

10:6 μεν f35 0181 [25%] TR ¦ — 𝕻75ℵA,B,C,D,W [75%] CP,HF,RP,OC,NU

§10:6 η εκει f35 ℵA,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75B [0.3%] NU

*10:6 υιος f35 𝕻75A,B,C,D,W [97%] CP,HF,RP,OC,NU ¦ ο 1 ℵ [3%] TR

10:6 επαναπαυσεται f35 A,C(W) [98%] CP,HF,RP,TR,OC ¦ επαναπαυσετε D [1%] ¦ επαναπαησεται 𝕻75ℵB,0181,NU ¦ three other variants

10:6 ανακαμψει rell ¦ επανακαμψει OC

§10:7 εστιν f35 A,C,D,W [97.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [2.5%] NU

*10:8 δαν f35 A [50%] CP,TR ¦ αν 𝕻75ℵB,D,W [50%] HF,RP,OC,NU

10:8 δεχωνται f35 ℵA,B,C,D [55%] CP,HF,RP,TR,OC,NU ¦ δεχονται W [45%]

10:10 εισερχησθε f35 A,W,0181 [92.5%] CP,HF,RP,TR,OC ¦ εισερχεσθε [5%] ¦ εισελθητε 𝕻45v,75ℵB,C,D [2.5%] NU

§10:10 δεχωνται f35 𝕻75ℵA,B,C,D,W [60%] CP,HF,RP,TR,OC,NU ¦ δεχονται [40%]

*10:11 τον rell ¦ — CP

10:11 εκ rell ¦ απο [1%] OC

10:11 υμων f35 [79%] CP,HF,RP,TR ¦ 1 εις τους ποδας 𝕻(45)75ℵB,D [1%] NU ¦ 1 εις τους ποδας ημων A,C(W) [20%] OC

§10:11 εφ υμας f35 A,C,W [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,D,0181 [2%] NU

*10:12 λεγω f35 𝕻45,75A,B,C,W [80%] CP,HF,RP,NU ¦ 1 δε ℵD [20%] TR,OC

10:13 χωραζιν f35 N [35%] CP ¦ χωραζειν [15%] ¦ χοραζιν [29%] HF,RP,TR,OC,NU ¦ χοραζειν 𝕻45,75ℵA,B,C [20%] ¦ χοραζαιν D ¦ χορεζειν W ¦ four other variants

10:13 βηθσαιδα f35 C(N) [81%] CP,HF,RP,TR,OC,NU ¦ βηθσαιδαν 𝕻45ℵW [15%] ¦ βιθσαιδα [1.5%] ¦ βηδσαιδα 𝕻75A,B [0.3%] ¦ βεδσαιδα D ¦ nine other variants [2%]

§10:13 εγενοντο f35 A,C,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ εγενηθησαν 𝕻45ℵB,D [2%] NU ¦ εγεννηθησαν 𝕻75

*10:13 καθημεναι f35 𝕻45D [94%] CP,HF,RP,TR ¦ καθημενοι 𝕻75ℵA,B,C,N,W [6%] OC,NU

10:15 καπερναουμ f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ καφαρναουμ 𝕻45,75ℵB,C,D [1%] NU

10:15 η f35 A,C,N,W [99%] CP,HF,RP,TR,OC ¦ μη 𝕻45,75ℵB,D [1%] NU

§10:15 του f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,C,D [1.5%] NU

*10:15 υψωθεισα f35 A,C,N,W [93.5%] CP,HF,RP,TR,OC ¦ υψωθησα [5%] ¦ υψωθηση 𝕻45,75ℵB,D [1.5%] NU

10:15 εως f35 𝕻45 A,C,D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ 1 του 𝕻75B [1.5%] NU ¦ 1 ο ℵ

10:15 αδου rell ¦ αιδου HF

§10:15 καταβιβασθηση f35 𝕻45ℵA,C,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ καταβηση 𝕻75B,D [0.5%] NU

*10:17 οι εβδομηκοντα μετα χαρας f35 ℵC,N,W [97%] CP,HF,RP,TR,OC ¦ ~ 3412 A [2%] ¦ 12 δυο 34 𝕻45,75B,D [1%] [NU]

10:19 διδωμι f35 𝕻45A,D,N [97.5%] CP,HF,RP,TR,OC ¦ δεδωκα 𝕻75ℵB,C,W [2.5%] NU

10:19 αδικηση rell ¦ αδικησει ℵA,D,W [20%]

§10:20 δε rell ¦ 1 μαλλον [3%] TR

*10:20 εγραφη f35 𝕻45vA,C,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ εγγεγραπται 𝕻75ℵB [1%] NU ¦ three other variants

10:21 τω πνευματι ο ιησους f35 A,W (92.7%) CP,HF,RP,TR,OC ¦ εν 1234 (0.2%) ¦ ~ 34 εν 12 (N) (2.4%) ¦ 12 (0.6%) ¦ 34 (0.5%) ¦ εν 12 𝕻45v (0.1%) ¦ 121 αγιω 34 C (2.8%) ¦ 121 αγιω 𝕻75 B ¦ εν 121 αγιω ℵD (0.2%) [NU] ¦ three other readings (0.3%)

10:21 εγενετο ευδοκια f35 ℵA,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻45v,75B,C [1%] NU

§10:22 και στραφεις προς τους μαθητας ειπεν f35 A,C,N,W (77.7%) CP,HF,RP,TR,OC ¦ 12345 αυτου 6 (11.7%) ¦ — 𝕻45,75ℵB,D (9.4%) NU ¦ longer omissions (1.2%) (The TR underlying the AV and NKJV omits the clause.)

*10:22 μοι παρεδοθη f35 𝕻75ℵA,B,C,D,N,W [95%] CP,HF,RP,OC,NU ¦ ~ 21 [1%] TR ¦ 1 παρεδωθη [3%] ¦ 1 παραδεδοται [1%]

10:22 γινωσκει rell ¦ επιγινωσκει C [8%] OC

10:24 ειδον rell ¦ ειδαν B [0.2%] NU ¦ ιδαν 𝕻75ℵC,N [0.5%] ¦ ιδον [6%]

§10:25 και f35 A,C,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [0.5%] NU

*10:27 της f35 ℵA,C,N,W [98.5%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻75B [1.5%] ¦ τη (D)

10:27 εξ ολης της ψυχης f35 A,C,N,W [99%] CP,HF,RP,TR,OC ¦ εν ολη τη ψυχη 𝕻45v,75ℵB,D [1%] NU

10:27 εξ ολης της ισχυος f35 A,C,N,W [99%] CP,HF,RP,TR,OC ¦ εν ολη τη ισχυι 𝕻75ℵB,D [1%] NU

§10:27 εξ ολης της διανοιας f35 A,C,N,W [99%] CP,HF,RP,TR,OC ¦ εν ολη τη διανοια 𝕻75ℵB [1%] NU ¦ — D

*10:27 σεαυτον rell ¦ εαυτον A,N [20%] OC

10:29 δικαιουν f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ δικαιωσαι 𝕻45v,75ℵB,C(D) [1.5%] NU

10:30 δε f35 A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,C,NU

§10:30 εκδυσαντες rell ¦ εξεδυσαν [30%]

*10:30 τυγχανοντα f35 A(C)N,W [97.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,D [2.5%] NU

10:32 γενομενος f35 𝕻45A,C,D,N,W [97.5%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻75B [2.5%] (Aleph omits the whole verse.)

10:32 ιδων rell ¦ 1 αυτον A,D [15%]

§10:33 σαμαρειτης rell ¦ σαμαριτης ℵC,D,W [3.5%] ¦ σαμαρειτις [13%] ¦ two other variants N [0.5%]

*10:33 αυτον f35 A,C,D,N,W [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB [2%] NU

10:34 αυτον rell ¦ — [6%] CP

10:35 εξελθων f35 A(C)W [96.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,D [3.5%] NU

§10:35 δυο δηναρια εδωκεν f35 ℵA,C [99.7%] CP,HF,RP,TR,OC ¦ ~ 312 𝕻45,75B,NU ¦ ~ 213 D

*10:35 αυτω f35 ℵA,C,W [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75B,D [3%] NU

10:36 ουν f35 A,C(D)W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB [1.5%] NU

10:36 πλησιον δοκει σοι f35 𝕻75ℵA,B,C,W [94%] CP,HF,RP,OC,NU ¦ ~ 231 𝕻45D [6%] TR

§10:37 ουν f35 A,W [91%] CP,HF,RP,TR,OC ¦ δε 𝕻45,75ℵB,C,D [9%] NU

*10:38 εγενετο δε εν f35 A,C,D,W [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 32 𝕻45,75ℵB [1.5%] NU

10:38 και f35 A,C,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻(45)75ℵB(D) [1%] NU

10:38 εις τον οικον αυτης f35 A,D,W (99.2%) CP,HF,RP,TR,OC ¦ 1 την οικιαν ℵC (0.4%) ¦ — 𝕻45,75B,NU ¦ three other variants (0.2%)

§10:39 μαρια f35 𝕻45A,B,D [98.5%] CP,HF,RP,TR,OC ¦ μαριαμ 𝕻75ℵC,W [1.5%] NU

*10:39 η f35 A,B,C,D,W [99.5%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻45,75ℵ [0.5%]

10:39 παρακαθισασα f35 𝕻45D(W) [73%] CP,HF,RP,TR,OC ¦ παρακαθησασα [26.5%] ¦ παρακαθεσθεισα 𝕻75(ℵ)A,B,C [0.5%] NU

10:39 παρα f35 𝕻45A,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ προς 𝕻75ℵB,C [0.5%] NU

§10:39 ιησου f35 𝕻45,75A,W [99%] CP,HF,RP,TR,OC ¦ κυριου ℵB,C,D [1%] NU

*10:39 των λογων f35 [37%] CP ¦ τον λογον 𝕻45,75ℵA,B,C(D)W [63%] HF,RP,TR,OC,NU

10:40 κατελιπεν f35 𝕻45,75ℵ(D) [70%] CP,TR,OC,NU ¦ κατελειπεν A,B,C [30%] HF,RP ¦ ενκατελιψεν W

10:41 ο ιησους ειπεν αυτη f35 D [40%] CP ¦ ~ 3412 AC,W [59%] HF,RP,TR,OC ¦ ~ 341 κυριος 𝕻75ℵB [1%] NU ¦ 1 κυριος 34 𝕻45

§10:41 τυρβαζη f35 A [89%] CP,HF,RP,TR,OC ¦ τυρβαζει [10%] ¦ θορυβαζη 𝕻45,75ℵB,C(D)W [1%] NU

*10:42 μαρια f35 ℵA,C,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ μαριαμ 𝕻75B [0.5%] NU

10:42 δε f35 A,C,W [94%] CP,HF,RP,TR,OC ¦ γαρ 𝕻75ℵB [6%] NU ¦ — D

10:42 απ f35 𝕻75A,C,W [99.6%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [0.4%] NU