12
A visit to the third heaven
1Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν— 4ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
The ‘thorn in the flesh’
7Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ—ἵνα μὴ ὑπεραίρωμαι. 8Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ. 9Καὶ εἴρηκέν μοι, «Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10Διό, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Apostolic signs were produced
11Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι, οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν. 13Τί γάρ ἐστιν ὃ ἡττήθητε, ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
Still not burdening
14Ἰδού, τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν. Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾿ ὑμᾶς—οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις. 15Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. 16‹Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.› 17Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν—μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν, οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
A little veiled threatening
19Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ, λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε—μή πως ἔρις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι— 21μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Notes
*12:1
δη f35 [62%] RP,HF,OC,TR,CP ¦ δει 𝕻46B [37%] NU ¦ δε ℵ [1%]
†12:1
συμφερει μοι f35 (96.5%) RP,HF,OC,TR,CP ¦ συμφερον μεν 𝕻46ℵB (2.3%) NU ¦ συμφερον 2 (0.5%) ¦ three other variants (0.7%)
‡12:1
γαρ f35 [98%] RP,HF,OC,TR,CP ¦ δε 𝕻46ℵ [2%] NU ¦ δε και B
§12:3
εκτος f35 ℵ [99.5%] RP,HF,OC,TR,CP ¦ χωρις 𝕻46B [0.5%] NU
*12:5
μου f35 ℵ [98.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46B [1.5%] NU
†12:6
τι f35 𝕻46 [98%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵB,I [2%]
‡12:7
αποκαλυψεων f35 𝕻46 [98%] RP,HF,OC,TR,CP ¦ 1 διο ℵA,B [2%] NU
§12:7
υπεραιρωμαι f35 ℵ [50%] RP,HF,OC,TR,CP,NU ¦ υπεραιρομεν 𝕻46 [44%] ¦ υπεραιρομαι [4%] ¦ υπερερωμαι A,B [2%] ¦ two other variants
*12:7
σαταν f35 [98%] RP,HF,OC,TR,CP ¦ σατανα 𝕻46ℵA,B [2%] NU
†12:9
μου f35 [98.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46vℵA,B [1.5%] NU
‡12:9
τελειουται f35 [98.5%] RP,HF,OC,TR,CP ¦ τελειται ℵB [1%] NU ¦ τελειτε A [0.5%]
§12:9
επισκηνωση rell ¦ επισκηνωσει [18%] ¦ two other variants
*12:10
εν f35 A [98%] RP,HF,OC,TR,CP ¦ και 𝕻46ℵB [1.5%] NU ¦ και 1 [0.5%]
†12:11
καυχωμενος f35 (83.9%) RP,HF,OC,TR,CP ¦ καυχομενος (5.7%) ¦ — 𝕻46ℵA,B (10.4%) NU
‡12:12
κατειργασθη rell ¦ κατειργασται CP
§12:12
εν σημειοις f35 (92%) RP,HF,OC,TR,CP ¦ 2 τε 𝕻46ℵ(B) (4.5%) NU ¦ 2 A (2.3%) ¦ και 12 (0.5%) ¦ και 2 (0.5%) ¦ one other variant
*12:13
ηττηθητε f35 A [85%] RP,HF,OC,TR,CP ¦ ητγηθητε [13%] ¦ ησσωθητε 𝕻46ℵB [1%] NU ¦ four other variants [1%]
†12:14
τριτον f35 [75%] RP,HF,OC,TR ¦ 1 τουτου 𝕻46ℵA,B [25%] CP,NU
‡12:14
καταναρκησω rell ¦ κατεναρκησα CP
§12:14
υμων f35 [87%] RP,HF,OC,TR,CP ¦ υμιν [7%] ¦ υμας [3.5%] ¦ — 𝕻46ℵA,B [2.5%] NU
*12:14
αλλ f35 [45%] TR ¦ αλλα 𝕻46ℵA,B,C [55%] RP,HF,OC,CP,NU
†12:14
αλλ rell ¦ αλλα 𝕻46ℵA [3%] NU
‡12:15
και f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [1.5%] NU ¦ two other variants
§12:15
αγαπων f35 𝕻46 B [95%] RP,HF,OC,TR,CP[NU] ¦ αγαπω ℵA [5%]
*12:15
ηττον f35 [97%] RP,HF,OC,TR,CP ¦ ησσον 𝕻46ℵA,B [3%] NU
†12:16
αλλ rell ¦ αλλα 𝕻46ℵA,B [10%] NU
‡12:19
παλιν f35 (96%) RP,HF,OC,TR,CP ¦ παλαι ℵ(A)B (3.8%) NU ¦ ου παλαι 𝕻46 (alone)
§12:19
κατενωπιον του f35 [97%] RP,HF,OC,TR,CP ¦ κατεναντι 𝕻46ℵA,B [3%] NU
*12:20
ερις f35 𝕻46ℵA [45%] CP,NU ¦ ερεις B [55%] RP,HF,OC,TR
†12:20
ζηλοι f35 ℵ [98%] RP,HF,OC,TR,CP ¦ ζηλος 𝕻46A,B [2%] NU
‡12:21
ελθοντα με f35 (97.8%) RP,HF,OC,TR,CP ¦ ελθοντος μου 𝕻46ℵA,B (2.2%) NU
§12:21
ταπεινωση f35 (46.5%) OC,TR ¦ ταπεινωσει (49.2%) RP,HF,CP ¦ 1 με ℵA (0.5%) ¦ ταπεινωσει με 𝕻46B (3.8%) NU