8
The collection for the church in Jerusalem
The Macedonian example
1Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. 3Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι, 4μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους δέξασθαι ἡμᾶς 5—καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ (καὶ ἡμῖν, διὰ θελήματος Θεοῦ), 6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. 7Ἀλλ᾿ ὥσπερ ἐν παντὶ περισσεύετε—πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ—ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
Christ’s example
8Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. 9Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ἡμᾶς ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10Καὶ γνώμην ἐν τούτῳ δίδωμι (τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι)· 11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε—ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι—ἐκ τοῦ ἔχειν 12(εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει). 13Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις, 14ἀλλ᾿ ἐξ ἰσότητος—ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα—ὅπως γένηται ἰσότης· 15καθὼς γέγραπται· «Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.»
When handling money, avoid criticism
16Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· 17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18Συνεπέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· 19οὐ μόνον δέ—ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, 20στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν· 21προνοούμενοι καλά, οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν (καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν) εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
Notes
*8:1
γνωριζομεν rell ¦ γνωριζω [23%] OC ¦ γνωριζωμεν [2%]
†8:2
τον πλουτον f35 [98%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵB,C [2%] NU
‡8:3
υπερ f35 [98%] RP,HF,OC,TR,CP ¦ παρα ℵB,C [2%] NU
§8:4
δεξασθαι ημας f35 [30%] CP,TR ¦ — 𝕻46ℵB,C [70%] RP,HF,OC,NU
*8:6
επιτελεση rell ¦ επιτελεσει [24%]
†8:7
υμων εν ημιν f35 ℵC [90%] RP,HF,OC,TR,CP ¦ ημων εν υμιν (𝕻46)B [7%] NU ¦ 12 υμιν [1.5%] ¦ two other variants
‡8:9
ημας f35 C [40%] ¦ υμας 𝕻46ℵB [60%] RP,HF,OC,TR,CP,NU
§8:12
καθὸ εαν f35 B,C [30%] RP,HF,OC,TR,CP,NU ¦ καθὸ αν ℵ [3%] ¦ καθ ὃ εαν [58%] ¦ καθ ὃ αν [9%]
*8:12
εχη rell ¦ εχει [13%]
†8:12
τις f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [10%] NU
‡8:12
καθὸ rell ¦ καθ ὃ [58%] [The meaning would appear to be virtually the same.]
§8:13
δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [2%] NU
*8:15
ο rell ¦ ω [1%] CP
†8:15
ο rell ¦ ω [1%] CP ¦ — [39%]
‡8:16
διδοντι f35 ℵB(C)I [65%] RP,HF,OC,TR,CP ¦ δοντι 𝕻46 [34%] NU ¦ διδουντι [1%]
§8:18
ο rell ¦ — [1%] CP
*8:19
αυτου f35 ℵ [92%] RP,HF,OC,TR,CP[NU] ¦ — B,C [5%] ¦ αυτην [3%] ¦ — 𝕻46 has a long omission
†8:19
ημων f35 ℵB,C [94%] RP,HF,OC,NU ¦ υμων [6%] CP,TR ¦ — 𝕻46 has a long omission
‡8:20
ημας rell ¦ υμας [15%]
§8:21
προνοουμενοι f35 (85.1%) RP,HF,OC,TR,CP ¦ 1 γαρ C (5.5%) ¦ προνοουμεν γαρ 𝕻46ℵB (8.7%) NU ¦ προνοουμεν (0.7%)
*8:22
υμας rell ¦ ημας [14%]
†8:24
ενδειξασθε f35 C [97.5%] RP,HF,OC,TR,CP ¦ ενδεικνυμενοι B [1%] NU ¦ ενδειξασθαι (ℵ) [1.5%]
‡8:24
εις f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ και 1 [5%] TR