A godly jealousy
1Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου. 2Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. 3Φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. 4Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.
Paul ministered without charge
5Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. 6Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσει—ἀλλ᾿ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. 7Ἢ ἁμαρτίαν ἐποίησα ἑαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; 8Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, 9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας. Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.
Exposing deceivers
10Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί· ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. 11Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. 12Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. 14Καὶ οὐ θαυμαστόν, αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
A little ‘necessary’ boasting
16Πάλιν λέγω, μὴ τίς με δόξῃ ἄφρονα εἶναι. Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. 17Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι 19(ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες.). 20Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει. 21Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.
Ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω), τολμῶ κἀγώ. 22Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἁβραάμ εἰσιν; Κἀγώ. 23Διάκονοι Χριστοῦ εἰσιν; (παραφρονῶν λαλῶ) Ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις 24—ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· 25τρὶς ἐρραβδίσθην· ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα (νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα)— 26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι— 28χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
When I am weak, then I am strong
30Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων· 33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

Notes


*11:1 οφελον rell ¦ ωφελον [25%]

11:1 τη αφροσυνη f35 [94%] RP,HF,OC,TR,CP ¦ τι αφροσυνης 𝕻46ℵB [2%] NU ¦ τι 2 [3%] ¦ three other variants [1%]

11:2 θεου ζηλω f35 ℵB [95%] RP,HF,OC,TR,NU ¦ ~ 21 [5%] CP

§11:3 ευαν εξηπατησεν f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 21 (ℵ)B [6%] NU

*11:3 ουτως φθαρη f35pt (62.8%) RP,CP ¦ ουτω 2 f35pt (24.2%) HF,OC,TR ¦ 1 φθαρει (8.9%) ¦ ουτω φθαρει (2.2%) ¦ 2 𝕻46ℵB (2%) NU (Note that the final sigma was by no means always dropped before a consonant.)

11:3 απλοτητος f35 (95%) RP,HF,OC,TR,CP ¦ 1 και της αγνοτητος 𝕻46ℵB (5%) [NU]

11:4 ηνειχεσθε f35 [53%] RP,TR ¦ ανειχεσθε ℵ [41%] HF,OC,CP ¦ ανεχεσθε 𝕻46B [1%] NU ¦ ανειχεσθαι [4%] ¦ five other variants [1%]

§11:6 φανερωθεντες f35 (95.5%) RP,HF,OC,TR,CP ¦ φανερωσαντες ℵB (3.9%) NU ¦ two other variants (0.5%) ¦ part of a longer omission 𝕻46

*11:7 εαυτον f35 [22%] CP ¦ εμαυτον 𝕻46ℵB,C [78%] RP,HF,OC,TR,NU

11:9 ουδενος f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ ουθενος ℵB [3%] NU

11:9 προσανεπληρωσαν rell ¦ πρωσανεπληρωσαν CP

§11:9 υμιν εμαυτον f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵB [3%] NU ¦ 2 [1%]

*11:14 θαυμαστον f35 [96%] RP,HF,OC,TR,CP ¦ θαυμα 𝕻46ℵB [4%] NU

11:16 καγω μικρον τι f35 𝕻46ℵB [90%] RP,HF,OC,CP,NU ¦ ~ 231 [7%] TR ¦ ~ 132 [3%]

11:17 λαλω κατα κυριον f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 231 𝕻46ℵB [6%] NU

§11:18 την f35 B [82%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵ [18%] NU

*11:20 υμας εις προσωπον f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 231 𝕻46ℵB,I [6%] NU

11:20 δαιρει f35 [40%] CP ¦ δερει 𝕻46(ℵ)B [60%] RP,HF,OC,TR,NU

11:21 ησθενησαμεν f35 [98%] RP,HF,OC,TR,CP ¦ ησθενηκαμεν 𝕻46ℵB [2%] NU

§11:22 ἁβρααμ f35 [40%] ¦ ἀβρααμ [60%] RP,HF,OC,TR,CP,NU

*11:23 εν πληγαις υπερβαλλοντως εν φυλακαις περισσοτερως f35 (95.7%) RP,HF,OC,TR,CP ¦ ~ 456123 𝕻46B (2.2%) NU ¦ ~ 126453 ℵ (0.5%) ¦ long omissions (1.5%) ¦ one other variant

11:24 τεσσαρακοντα f35 [99%] RP,HF,OC,TR,CP ¦ τεσσερακοντα 𝕻46ℵB [1%] NU

11:25 ερραβδισθην f35 [45%] OC ¦ εραβδισθην [55%] RP,HF,TR,CP,NU

§11:27 εν f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU

*11:28 επισυστασις f35 [87%] RP,HF,OC,TR,CP ¦ επιστασις 𝕻46ℵB [3%] NU ¦ υποστασις [10%]

11:28 μου f35 [98%] RP,HF,OC,TR,CP ¦ μοι 𝕻46ℵB [2%] NU

11:28 καθ᾿ ἡμεραν rell ¦ καθημέραν f35 [20%] (I include this for the record, and so as not to lose sight of it, but since there is evidently no difference in meaning, I stay with the conventional pointing.)

§11:31 κυριου f35 𝕻46vℵB [60%] RP,HF,CP,NU ¦ 1 ημων [40%] OC,TR

*11:31 χριστου f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵB [4%] NU

11:32 ἀρετα rell ¦ ἁρετα NU

11:32 δαμασκηνων πολιν f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU

§11:32 θελων f35 ℵ [99.5%] RP,HF,OC,TR,CP ¦ — B [0.5%] NU