12
About spiritual gifts
1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. 3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ Πνεῦμα. 5Καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος. 6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστιν Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.
A list of gifts
8ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· 9ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι· 10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. 11Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
An analogy from the body
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός. 13Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν—εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι—καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. 14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15Ἐὰν εἴπῃ ὁ πούς, «Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος,» οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος. 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, «Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος,» οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος. 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19(Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20Νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα.)
21Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, «Χρείαν σου οὐκ ἔχω»· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, «Χρείαν ὑμῶν οὐκ ἔχω.» 22Ἀλλὰ πολλῷ μᾶλλον, τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν. 23Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἀλλ᾿ ὁ Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη· 26καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχῃ πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρῃ πάντα τὰ μέλη.
Functions in the Church
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους· ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα.
About agape love
Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Notes
*12:2
οτε f35 ℵA,B,C [82%] HF,RP,OC,CP,NU ¦ — [18%] TR
†12:3
ιησουν f35 𝕻46 (95.6%) HF,RP,OC,TR,CP ¦ ιησους ℵA,B,C (3.4%) NU ¦ four other readings (1%)
‡12:3
κυριον ιησουν f35 (93.2%) HF,RP,OC,TR,CP ¦ κυριος ιησους 𝕻46ℵA,B,C (5.2%) NU ¦ 12 χριστον (0.8%) ¦ long omission (0.7%)
§12:5
και διαιρεσεις διακονιων εισιν rell ¦ — [14%] [homoioarcton]
*12:6
εστιν f35 (B) (79.5%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,C (20.5%) NU
†12:9
δε f35 𝕻46A,C [98%] HF,RP,OC,TR,CP ¦ — ℵB [2%] NU
‡12:9
αυτω f35 ℵ,0201 [94%] HF,RP,OC,TR,CP ¦ ενι A,B [2%] NU ¦ — 𝕻46 (C) [1%] ¦ long omission [3%]
§12:10
δε f35 ℵA,C [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B,0201 [2%]
*12:10
δε f35 ℵA,C [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B,0201 [2%]
†12:10
δε f35 A,C [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB,0201 [4%] NU
‡12:12
μελη εχει πολλα f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 132 ℵA,B,C [4%] NU ¦ ~ 312 𝕻46
§12:12
του ενος f35 [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [7%] NU
*12:13
εις f35 [91%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [9%] NU
†12:13
πνευμα εποτισθημεν f35 𝕻46ℵB,C [72%] HF,RP,OC,TR,CP,NU ¦ πομα 2 [24%] ¦ 1 εφωτισθημεν [4%] ¦ σωμα εσμεν A
‡12:21
δε ο f35 𝕻46ℵB [64%] HF,RP,CP,NU ¦ 2 A,C [18%] ¦ 1 [8%] OC,TR ¦ — [10%]
§12:24
αλλ rell ¦ αλλα ℵA,B,C [25%] NU
*12:24
υστερουντι f35 𝕻46 [97%] HF,RP,OC,TR,CP ¦ υστερουμενω ℵA,B,C,048 [3%] NU
†12:25
σχισμα f35 𝕻46A,B,C [58%] OC,TR,NU ¦ σχισματα ℵ [40%] HF,RP,CP ¦ two other readings [2%]
‡12:26
συμπασχη f35 [40%] CP ¦ συμπασχει (𝕻46ℵA,B,C) [60%] HF,RP,OC,TR,NU
§12:26
εν f35 C [99%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵA,B [1%]
*12:26
συγχαιρη f35 [40%] CP ¦ συγχαιρει (𝕻46)ℵ(A,B,C) [60%] HF,RP,OC,TR,NU
†12:28
ειτα f35 [96%] HF,RP,OC,TR,CP ¦ επειτα 𝕻46ℵA,B,C [3%] NU ¦ — [1%]
‡12:28
αντιληψεις rell ¦ αντιλημψεις (𝕻46)ℵA,B [2%] NU
§12:31
κρειττονα f35 (94.2%) HF,RP,OC,TR,CP ¦ μειζονα 𝕻46ℵA,B,C (5.8%) NU