1
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
Opening considerations
Greeting
1Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, 2τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ—αὐτῶν τε καὶ ὑμῶν· 3Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
A word of thanksgiving
4Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείση ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· 5ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 8ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ. 9Πιστὸς ὁ Θεός, δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
A word of exhortation
10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. 12Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· «Ἐγὼ μέν εἰμι Παύλου,» «Ἐγὼ δὲ Ἀπολλώ,» «Ἐγὼ δὲ Κηφᾶ,» «Ἐγὼ δὲ Χριστοῦ.» 13Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
A disclaimer about baptism
14Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, 15ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. 16Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι—οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
The nature of the Gospel
Foolishness to the lost
18Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν. 19Γέγραπται γάρ· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» 20Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21Ἐπειδὴ γάρ, ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας 22—ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον· Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησιν δὲ μωρίαν. 24Αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, 25ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.
God uses ‘nothings’
26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοί, κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά· 28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός—καὶ τὰ μὴ ὄντα—ἵνα τὰ ὄντα καταργήσῃ· 29ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ—δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις— 31ἵνα καθὼς γέγραπται· «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.»
Notes
*1:1
ιησου χριστου f35 ℵA [98.5%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46B [1.5%] NU
†1:2
τε f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU
‡1:2
υμων f35 [25%] ¦ ημων 𝕻46ℵA,B,C [75%] HF,RP,OC,TR,CP,NU
§1:8
χριστου f35 ℵA,C [99.5%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B [alone]
*1:9
ιησου χριστου του κυριου ημων rell ¦ ~ 34512 CP
†1:13
υμων rell ¦ ημων [15%]
‡1:14
τω θεω f35 C [97%] HF,RP,OC,TR,CP[NU] ¦ 12 μου A [2%] ¦ — ℵB [1%]
§1:15
εβαπτισα f35 [95%] HF,RP,OC,TR,CP ¦ εβαπτισθητε 𝕻46ℵA,B,C [3%] NU ¦ five further readings [2%]
*1:17
αλλ rell ¦ αλλα 𝕻46ℵB [1%] NU
†1:18
ο rell ¦ — CP
‡1:20
τουτου f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU
§1:22
και rell ¦ 1 οι [45%] [According to Swanson, but no one else mentions it.]
*1:22
σημειον f35 [92%] HF,RP,OC,TR,CP ¦ σημεια 𝕻46(ℵ)A,B,C [8%] NU
†1:23
ελλησιν f35 [96%] HF,RP,OC,TR,CP ¦ εθνεσιν ℵA,B,C [4%] NU
‡1:25
εστιν f35 C [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [4%] NU ¦ — 𝕻46 [3%] omit the whole clause (A likely case of homoioteleuton—three words in a row.)
§1:27
τους σοφους καταισχυνη f35 [73%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵB,C [12%] NU ¦ — A [15%] omit a whole line [homoioteleuton]
*1:28
και f35 B [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,C [2%] NU
†1:29
του θεου f35 𝕻46ℵA,B [92%] HF,RP,OC,CP,NU ¦ αυτου C [8%] TR
‡1:30
ημιν σοφια f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵA,C [4%] NU ¦ ~ 2 ημων B