1Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
The nature of church life
About women
2Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. 3Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. 4Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς—ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
7Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα 10—διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους— 11πλήν, οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός, ἐν Κυρίῳ. 12Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.
13Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; 14 οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν; 15Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται.
16Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
About the Lord’s Supper
Some local abuses
17Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾿ εἰς τὸ ἧττον συνέρχεσθε. 18Πρῶτον μὲν γάρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
20Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. 21Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν εἴπω; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.
How the Lord inaugurated it
23Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον· 24καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν· «Λάβετε, φάγετε· τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» 25Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.» 26Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ.
Be careful to partake worthily
27Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. 28Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. 29Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. 30Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί.
31Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. 32Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. 34Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

Notes


*11:2 αδελφοι f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

11:2 παραδοσεις rell ¦ παραδωσεις [9%] CP

11:3 δε f35 𝕻46C [97%] HF,RP,OC,TR,CP ¦ 1 του ℵA,B [3%] NU

§11:4 κεφαλην αυτου rell ¦ ~ εαυτου 1 CP

*11:5 καταισχυνει rell ¦ καταισχυνη [13%] ¦ κατεσχυνη [2%]

11:5 εαυτης f35 B [75%] HF,RP,OC,TR,CP ¦ αυτης 𝕻46vℵA,C [25%] NU

11:5 εξυρημενη rell ¦ ξυρημενη CP

§11:6 κειρεσθαι f35 [32%] CP ¦ κειρασθαι ℵA,B,C [64%] HF,RP,OC,TR,NU ¦ κηρασθαι [3%] ¦ three other readings [1%]

*11:7 υπαρχων f35 𝕻46ℵC [97%] HF,RP,OC,TR,CP ¦ 1 η A,B [3%] NU

11:9 εκτισθη rell ¦ εκκτισθη CP

11:11 ανηρ χωρις γυναικος ουτε γυνη χωρις ανδρος f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 5674123 𝕻46ℵA,B,C [5%] NU

§11:14 η f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU

*11:14 αυτη η φυσις f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [4%] NU ¦ η φυσις αυτης 𝕻46

11:15 δεδοται f35 𝕻46 [73%] HF,RP,CP ¦ 1 αυτη ℵA,B [17%] OC,TR[NU] ¦ αυτη 1 C [5%] ¦ δεδωται [3%] ¦ two other readings [2%]

11:16 φιλονεικος rell ¦ φιλονικος (C) [16%]

§11:17 κρειττον f35 [85%] HF,RP,OC,TR,CP ¦ κρεισσον (ℵ)A,B,C [3%] NU ¦ κρειτγον [12%]

*11:17 αλλ rell ¦ αλλα A,B,C [11%] NU

11:17 ηττον f35 [88%] HF,RP,OC,TR,CP ¦ ησσον ℵA,B,C [2%] NU ¦ ητγον [10%]

11:18 εν f35 ℵA,B,C [78%] HF,RP,OC,CP,NU ¦ 1 τη [22%] TR

§11:19 αιρεσεις εν υμιν rell ¦ ~ 231 [2%] CP

*11:19 ινα f35 ℵA,C [97%] HF,RP,OC,TR,CP ¦ 1 και 𝕻46B [3%] [NU]

11:19 γενωνται rell ¦ γενονται [13%]

11:21 προλαμβανει rell ¦ προσλαμβανει A [15%]

§11:22 υμιν ειπω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B,C [5%] NU

*11:23 ο rell ¦ — [10%]

11:23 παρεδιδοτο f35 [90%] HF,RP,OC,TR,CP ¦ παρεδιδετο 𝕻46ℵA,B,C [5%] NU ¦ seven other readings [5%]

11:24 λαβετε φαγετε f35 (91.4%) HF,RP,OC,TR,CP ¦ — (𝕻46)ℵA,B,C (8.3%) NU ¦ two long omissions (0.3%)

§11:24 κλωμενον f35 [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [2%] NU

*11:25 αν f35 [95%] HF,RP,OC,TR,CP ¦ εαν 𝕻46vℵB,C [3%] NU ¦ long omission A [2%]

11:26 αν f35 [94%] HF,RP,OC,TR,CP ¦ εαν ℵA,B,C [4%] NU ¦ — [2%]

11:26 τουτο f35 𝕻46 [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [7%] NU

§11:26 αν f35 [95%] HF,RP,OC,TR,CP ¦ εαν [1%] ¦ — 𝕻46ℵA,B,C [4%] NU

*11:27 εσθιη rell ¦ εσθιει [25%] ¦ three other readings 𝕻46 [1%]

11:27 τουτον f35 [93%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [7%] NU

11:27 πινη rell ¦ πινει [13%] ¦ two other readings [1%]

§11:27 αναξιως f35 𝕻46A,B,C [70%] OC,TR,CP,NU ¦ 1 του κυριου ℵ [30%] RP,HF

*11:27 του f35 𝕻46ℵA,B,C [85%] HF,RP,CP,NU ¦ — [10%] OC,TR ¦ long omission [5%]

11:29 αναξιως f35 (98%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (1.5%) NU ¦ long omission (0.5%)

11:29 του κυριου f35 (98%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (2%) NU

§11:31 γαρ f35 C [97%] HF,RP,OC,TR,CP ¦ δε 𝕻46ℵA,B [3%] NU

*11:31 διεκρινομεν (𝕻46B) rell ¦ εκρινομεν [25%]

11:32 υπο f35 𝕻46A [92%] HF,RP,TR ¦ 1 του ℵB,C [8%] OC,CP[NU] (Some TRs have του; OC is in small print.)

11:34 δε f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU