About doctrine
Things taught by demons
1Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων 2—ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, 5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
A good servant of Jesus Christ
6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. 7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. 8Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
A trustworthy word
9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος 10(εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα)· ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
Watch your life and doctrine
11Παράγγελλε ταῦτα καὶ δίδασκε. 12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. 13Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν. 16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

Notes


*4:1 πλανοις f35 ℵA,C [70%] RP,HF,OC,TR,NU ¦ πλανης [30%] CP

4:2 κεκαυτηριασμενων f35 C,I [85%] RP,HF,TR,CP ¦ κεκαυστηριασμενων ℵA [10%] OC,NU ¦ και καυ(σ)τηριασμενων [5%]

4:3 μεταληψιν f35 C [97%] RP,HF,OC,TR,CP ¦ μεταλημψιν ℵA [3%] NU

§4:3 ευχαριστιας f35 ℵC [90%] RP,HF,OC,TR,CP,NU ¦ ευχαριστειας A [10%] (Also in verse 4.)

*4:3 επεγνωκοσι f35 ℵC [80%] HF,OC,CP,NU ¦ επεγνωκοσιν A [20%] RP,TR (Some TRs have the shorter form.)

4:6 ιησου χριστου f35 [80%] RP,HF,OC,TR ¦ ~ 21 ℵA,C [20%] CP,NU

4:6 εντρεφομενος rell ¦ εκτρεφομενος [2%] CP

§4:8 επαγγελιας f35 [60%] OC ¦ επαγγελιαν ℵA [40%] RP,HF,TR,CP,NU (The form being ambiguous between genitive singular or accusative plural, copyists who took the form to be genitive would naturally change it to accusative, leaving it singular. In the context the accusative plural makes excellent sense, there being many promises.)

*4:10 και f35 [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [5%] NU

4:10 ονειδιζομεθα f35 [93%] RP,HF,OC,TR,CP ¦ αγωνιζομεθα ℵA,C [7%] NU (Is not the variant chosen by NU inferior?)

4:10 μαλιστα rell ¦ 1 δε [10%]

§4:11 παραγγελλε rell ¦ παραγγελε [10%] CP (Also in 5:7 and 6:17.)

*4:12 γινου f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ γενου [10%] CP

4:12 εν πνευματι f35 (90.9%) RP,HF,OC,TR,CP ¦ — ℵA,C,I (9.1%) NU (The omission could be a not very difficult case of homoioarcton.)

4:15 εν f35 (97.4%) RP,HF,OC,TR,CP ¦ — ℵA,C (2.4%) NU ¦ one other variant (0.2%)