ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
Greeting
1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, 2Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει· Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Opening considerations
Paul refers to their last conversation
3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν 4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. 5Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη, ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· 6ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, 7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
What law is for
8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται, 9εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοιαίς, ἀνδροφόνοις, 10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
The grace of God
12Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν· 13τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· 14ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι—ὧν πρῶτός εἰμι ἐγώ· 16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοί, πρώτῳ, ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
A charge to Timothy
Wage the good warfare
18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος—οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν).

Notes


*1:1 ιησου χριστου f35 A [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵ [2%] NU ¦ — [1%]

1:1 θεου f35 ℵA [90%] RP,HF,OC,TR,NU ¦ 1 πατρος και [10%] CP

1:1 και f35 ℵA [90%] RP,HF,OC,TR,NU ¦ — [10%] CP

§1:1 κυριου ιησου χριστου f35 ℵ [90%] RP,HF,OC,TR ¦ 23 [2%] CP ¦ ~ 32 A [8%] NU

*1:2 ημων f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,I [4%] NU

1:4 ζητησεις f35 [97%] RP,HF,OC,TR,CP ¦ εκζητησεις ℵA [3%] NU

1:4 οικονομιαν rell ¦ οικοδομιαν [1%] TBS

§1:9 ειδως rell ¦ οιδως CP

*1:9 ασεβεσι f35 ℵA [80%] HF,OC,CP,NU ¦ ασεβεσιν [20%] RP,TR (Some TRs have the shorter form.)

1:9 πατραλοιαις f35 [45%] ¦ πατραλωαις [10%] TR ¦ πατραλοιας [5%] ¦ πατρολωαις ℵA [34%] RP,HF,OC,CP,NU ¦ πατρολοαις [5%] ¦ πατριλοιαις [1%] (Liddell & Scott give πατραλοιας and μητραλοιας as the basic forms. But there may be a significant difference in meaning—the basic form would properly be a ‘striker’, not a ‘killer’, which makes better sense, since the very next crime listed is ‘murder’.)

1:9 μητραλοιαις f35 [45%] ¦ μητραλωαις [5%] TR ¦ μητρολωαις ℵA [40%] RP,HF,OC,CP,NU ¦ μητρολοιαις [5%] ¦ μητρολοαις [5%]

§1:12 και f35 [92%] RP,HF,OC,TR,CP ¦ — ℵA,I [8%] NU

*1:12 ενδυναμωσαντι f35 A,I [90%] RP,HF,OC,TR,NU ¦ ενδυναμουντι ℵ [10%] CP

1:12 ιησου rell ¦ — CP

1:13 τον f35 [95%] RP,HF,OC,TR,CP ¦ το ℵA,I [5%] NU

§1:13 αλλα rell ¦ αλλ [5%] OC,TR

*1:16 πρωτω rell ¦ πρωτον [15%] CP

1:16 ιησους χριστος f35 ℵ [93%] RP,HF,OC,TR,CP ¦ ~ 21 A [5%] NU ¦ 1 [1%] ¦ 2 [0.5%] ¦ 1 ο 2 [0.5%]

1:16 πασαν f35 [94%] RP,HF,OC,TR,CP ¦ απασαν ℵA [5%] NU ¦ — [1%]

§1:17 σοφω f35 (98%) RP,HF,OC,TR,CP ¦ — ℵA (1.7%) NU ¦ part of a larger omission (0.3%) (The omission is unfortunate.)

*1:17 και f35 ℵA [50%] RP,HF,OC,TR,NU ¦ — [50%] CP

1:20 υμεναιος rell ¦ υμενεος A [10%]