Paul’s example
1Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές. 2Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· 3ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες 4(καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί).
About Paul
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων· κατὰ νόμον, Φαρισαῖος· 6κατὰ ζῆλον, διώκων τὴν ἐκκλησίαν· κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος, ἄμεμπτος.
7Ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου—δι᾿ ὃν τὰ πάντα ἐζημιώθην (καὶ ἡγοῦμαι σκύβαλα εἶναι), ἵνα Χριστὸν κερδήσω 9καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει· 10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, 11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν 12—οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω ἐφ᾿ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.
13Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἓν δέ· τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
Our citizenship is in Heaven
15Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν, καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. 16Πλήν, εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.
17Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς. 18Πολλοὶ γὰρ περιπατοῦσιν—οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω—τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· οἱ τὰ ἐπίγεια φρονοῦντες. 20Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν· 21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.

Notes


*3:1 το f35 Av [40%] HF ¦ — 𝕻46ℵB,C [60%] RP,OC,TR,CP,NU

3:3 θεου f35 ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ θεω [5%] TR ¦ — 𝕻46

3:4 και rell ¦ — [10%]

§3:5 βενιαμιν rell ¦ βενιαμην C [10%] ¦ βενιαμειν ℵA,B [5%]

*3:6 ζηλον f35 [97%] RP,HF,OC,TR,CP ¦ ζηλος 𝕻46ℵA,B,I [3%] NU

3:7 αλλ f35 [95%] RP,HF,OC,TR,CP ¦ αλλα B [2%] [NU] ¦ — 𝕻46ℵA [3%]

3:7 ην μοι rell ¦ ~ 21 B [10%]

§3:8 ουν f35 B [90%] RP,HF,CP ¦ ουνγε 𝕻46ℵA [10%] OC,TR,NU

*3:8 χριστου ιησου f35 𝕻46ℵ(B) [80%] RP,HF,OC,TR,CP,NU ¦ ~ 21 A [20%]

3:8 ειναι f35 A [97%] RP,HF,OC,TR,CP ¦ — ℵB [3%] NU

3:10 την f35 [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵA,B [2%]

§3:10 των f35 A [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵB [1%]

*3:10 συμμορφουμενος f35 [97%] RP,HF,OC,TR,CP ¦ συμμορφιζομενος (ℵ)A [2%] NU ¦ συμορφιζομενος B ¦ συνφορτειζομενος [1%] ¦ — 𝕻46 omits whole phrase

3:11 των f35 [96%] RP,HF,OC,TR,CP ¦ την εκ 𝕻46ℵA,B [3%] NU ¦ 1 εκ [1%]

3:12 κατεληφθην rell ¦ κατελημφθην ℵA,B [2%] NU

§3:12 του f35 [80%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [20%] NU

*3:12 χριστου ιησου f35 𝕻46ℵA [97%] RP,HF,OC,TR[NU] ¦ ~ 21 [1%] ¦ 1 B [2%] ¦ ~ κυριου 21 CP

3:13 ουπω f35 𝕻16vℵA [40%] OC,CP ¦ ου 𝕻46B [60%] RP,HF,TR,NU

3:13 οπισω rell ¦ οπισθεν [10%]

§3:14 επι f35 [96%] RP,HF,OC,TR,CP ¦ εις 𝕻16,46ℵA,B,I [4%] NU

*3:16 κανονι το αυτο φρονειν f35 (91%) RP,HF,OC,TR,CP ¦ ~ 2314 (6.3%) ¦ 234 (1%) ¦ — 𝕻16,46ℵA,B,Iv (1.7%) NU (Some 7% invert the order of στοιχειν and φρονειν.)

3:19 ο rell ¦ — CP

3:21 εις το γενεσθαι αυτο f35 (90.2%) RP,HF,OC,TR,CP ¦ 123 αυτω (3.2%) ¦ 123 αυτον (3.2%) ¦ 123 (0.8%) ¦ — ℵA,B (2.5%) NU ¦ one other reading (0.2%)

§3:21 εαυτω f35 [80%] RP,HF,TR,CP ¦ αυτω ℵA,B [20%] OC,NU