Jesus rebuts scribes and Pharisees
1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων. 2Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσίν—τοῦτ᾿ ἔστιν, ἀνίπτοις—ἐσθίοντας ἄρτους, ἐμέμψαντο. 3(Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων. 4Καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν. Καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν—βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.)
5Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, «Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον;» 6Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι «Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· ‹Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. 7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.› 8Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων—βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.» 9Καὶ ἔλεγεν αὐτοῖς· «Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10Μωσῆς γὰρ εἶπεν, ‹Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου› καί, ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.› 11Ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, ‹Κορβᾶν› (ὅ ἐστιν, δῶρον) ‹ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,› 12καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, 13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.»
That which really defiles
14Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· «Ἀκούετέ μου πάντες, καὶ συνίετε· 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.»
17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. 18Καὶ λέγει αὐτοῖς· «Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα;» 20Ἔλεγεν δὲ ὅτι «Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων, οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται—μοιχεῖαι, πορνεῖαι, φόνοι, 22κλοπαί, πλεονεξίαι, πονηρίαι· δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη— 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.»
Unusual faith
24Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ. 26Ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συρα-Φοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, «Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.» 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.» 29Καὶ εἶπεν αὐτῇ, «Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.» 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
Jesus heals a deaf mute
31Καὶ πάλιν, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ. 34Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, «Ἐφφαθά,» ὅ ἐστιν, «Διανοίχθητι.» 35Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· «Καλῶς πάντα πεποίηκεν. Καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.»

Notes


*7:2 αυτου f35 A,D,N [99%] HF,RP,CP,TR,OC ¦ 1 οτι ℵB [1%] NU ¦ 1 τινας W

7:2 εσθιοντας f35 A,D,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ εσθιουσιν ℵB [0.5%] NU

7:2 αρτους f35 A [94%] HF,RP,CP,TR,OC ¦ τους 1 B,D,N,W [4%] NU ¦ αρτον ℵ [2%]

§7:2 εμεμψαντο f35 N,W [85%] HF,RP,CP,TR,OC ¦ — ℵA,B [15%] NU ¦ κατεγνωσαν D

*7:4 απο f35 ℵN [98%] HF,RP,CP,TR,OC ¦ απ A,B,D,W [2%] NU

7:4 βαπτισωνται f35 A,D (78.7%) HF,RP,CP,TR,OC,NU ¦ βαπτισονται (15.9%) ¦ ραντισωνται ℵB (3.6%) ¦ νιψονται (0.2%) ¦ long omissions (1.5%)

7:4 χαλκειων f35 A [30%] ¦ χαλκιων ℵB,D,W [70%] HF,RP,CP,TR,OC,NU (N vacant)

§7:4 και κλινων f35 A,D,W (99.3%) HF,RP,CP,TR,OC[NU] ¦ — ℵB (0.5%) ¦ long omission (0.2%)

*7:5 επειτα f35 A,W [98%] HF,RP,CP,TR,OC ¦ και ℵB,D [2%] NU

7:5 οι μαθηται σου ου περιπατουσιν f35 𝕻45A,D,W [99%] HF,RP,CP,TR ¦ ~ 45123 ℵB [1%] OC,NU

7:5 αλλα rell ¦ αλλ OC

§7:5 ανιπτοις f35 A [96%] HF,RP,CP,TR,OC ¦ κοιναις 𝕻45ℵ(B)(D,W) [4%] NU

*7:6 αποκριθεις f35 𝕻45A,D,W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [1%] NU

7:6 οτι f35 𝕻45A,D,W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [1%] NU

7:6 προεφητευσεν f35 A,W [97%] HF,RP,CP,TR,OC ¦ επροφητευσεν ℵB,D [3%] NU

§7:6 ἡσαιας f35 TR,OC ¦ ἠσαιας HF,RP,NU ¦ ισαιας CP

*7:6 γεγραπται f35 A,W [98.5%] HF,RP,CP,TR,OC ¦ 1 οτι ℵB [0.5%] [NU] ¦ ειπεν D [1%]

7:8 γαρ f35 A [99%] HF,RP,CP,TR,OC ¦ — 𝕻45ℵB,D,W [1%] NU

7:8 βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε f35 (A,D) (98.3%) HF,RP,CP, TR,OC ¦ — 𝕻45ℵB,W (1.7%) NU

§7:9 τηρησητε f35 ℵA (98%) HF,RP,CP,TR,OC ¦ τηρητε B (0.5%) ¦ στησητε D,W (0.7%) NU ¦ ποιησητε (0.1%) ¦ κρατησητε (0.2%) ¦ long omission (0.4%)

*7:10 μωσης f35 A [90%] HF,RP,CP,TR ¦ μωυσης ℵB,D,W [10%] OC,NU

7:12 και f35 𝕻45A,W [96%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [4%] NU

7:12 αυτου f35 A [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [3%] NU

§7:12 αυτου f35 A [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [3%] NU

*7:13 παραδοσει rell ¦ παραδωσει [2%] CP

7:14 παντα f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ παλιν ℵB,D [0.5%] NU ¦ — [0.5%]

7:14 ακουετε f35 ℵA,W [99%] HF,RP,CP,TR,OC ¦ ακουσατε B,D [1%] NU

§7:14 συνιετε f35 ℵA,W [99%] HF,RP,CP,TR,OC ¦ συνετε B [1%] NU ¦ συνιτε D

*7:15 αυτον κοινωσαι f35 𝕻45vA,D,W [99.5%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵ [0.5%] NU ¦ ~ κοινουν 1 B

7:15 εκπορευομενα απ αυτου εκεινα f35 A [99%] HF,RP,CP,TR ¦ 1 OC ¦ εκ του ανθρωπου 1 ℵB [0.5%] NU ¦ εκ του ανθρωπου 14 D,W [0.5%]

7:16 ει τις εχει ωτα ακουειν ακουετω f35 A,D,W (98.8%) HF,RP,CP,TR ¦ — ℵB (1.1%) OC,NU ¦ two other variants (0.1%)

§7:17 περι της παραβολης f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ την παραβολην ℵB,D [1%] NU

*7:18 ου rell ¦ ουπω ℵ [2%] OC

7:19 καθαριζον f35 [90%] HF,RP,CP,TR,OC ¦ καθαριζων ℵA,B,W [10%] NU ¦ καθαριζει D

7:22 μοιχειαι πορνειαι φονοι κλοπαι f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ ~ 2431 ℵB [1%] NU ¦ ~ 1243 W [1%] ¦ ~ 2 κλεμματα 13 (D)

§7:22 ασελγεια rell ¦ ασελγειαι [1%] CP ¦ ασελγιαι [2%] ¦ ασελγια ℵA [1%]

*7:24 και εκειθεν f35 A(D)N [99%] HF,RP,CP,TR,OC ¦ 1 W ¦ ~ 2 δε ℵ(B) [1%] NU

7:24 μεθορια f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ ορια ℵB,D,W [4%] NU

7:24 και σιδωνος f35 ℵA,B,N [99%] HF,RP,CP,TR,OC ¦ — D,W [1%] NU

§7:24 εις rell ¦ 1 την D,W [10%] TR

*7:25 ακουσασα γαρ f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ αλλ ευθυς 1 (ℵ)B [1%] NU ¦ δε ευθεως ως 1 D

7:25 αυτης rell ¦ — 𝕻45ℵD,W [5%] CP

7:26 ην δε η γυνη f35 A,N [96%] HF,RP,CP,TR ¦ ~ 3241 𝕻45ℵB,D,W [4%] OC,NU

§7:26 συρα-φοινικισσα f35 [50%] ¦ συραφοινικισσα B,N [38%] HF,RP,CP ¦ συραφοινισσα W [1%] ¦ συροφοινικισσα 𝕻45ℵA [10%] OC,NU ¦ συροφοινισσα TR ¦ φυνισσα D ¦ at least five further spellings

*7:26 εκβαλη f35 𝕻45ℵA,B,D,N,W [67%] HF,RP,CP,OC,NU ¦ εκβαλει [2%] ¦ εκβαλλη [30%] TR ¦ εκβαλλει [1%]

7:27 ο δε ιησους ειπεν f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ και ελεγεν ℵB [1%] NU ¦ και λεγει D [0.5%]

7:27 καλον εστιν f35 A,N,W [97%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,D [3%] OC,NU

§7:27 βαλειν τοις κυναριοις f35 A,D,N,W [98%] HF,RP,CP,TR ¦ ~ 231 𝕻45vℵB [2%] OC,NU

*7:28 ναι f35 ℵA,B,N [99%] HF,RP,CP,TR,OC ¦ — 𝕻45D,W [1%] NU

7:28 γαρ f35 A,N [98%] HF,RP,CP,TR ¦ — 𝕻45ℵB(D)W [2%] OC,NU

7:28 υποκατω της τραπεζης εσθιει f35 A,N [95%] HF,RP,CP,TR ¦ 123 εσθιουσιν B,D,W [5%] OC,NU ¦ ~ εσθιουσιν 123 ℵ

§7:29 το δαιμονιον εκ της θυγατρος σου f35 𝕻45A,D,N,W [97%] HF,RP,CP,TR,OC ¦ ~ 345612 ℵB [1%] NU ¦ 12 απο 456 [2%]

*7:30 το δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης f35 𝕻45A,N,W [97%] HF,RP,CP,TR ¦ ~ 5 θυγατεραν 78 την κλινην 4123 D [1%] ¦ ~ το παιδον βεβλημενον επι την κλινην 4123 ℵB [2%] OC,NU

7:31 ο ιησους f35 [50%] ¦ — 𝕻45ℵA,B,D,N,W [50%] HF,RP,CP,TR,OC,NU

7:31 και σιδωνος ηλθεν f35 𝕻45A,N,W (98.9%) HF,RP,CP,TR,OC ¦ ~ 3 δια 2 ℵB,D (0.7%) NU ¦ three other variants (0.2%) ¦ long omission (0.2%)

§7:31 προς f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ εις ℵB,D,W [3.5%] NU ¦ παρα [0.5%]

*7:32 κωφον f35 𝕻45A,N [99%] HF,RP,CP,TR,OC ¦ 1 και ℵB,D,W [1%] NU

7:32 μογγιλαλον f35 N,W [70%] HF,RP,CP ¦ μογιλαλον 𝕻45ℵA,B,D [30%] TR,OC,NU (Since the following context indicates that there was indeed a problem with the tongue, the change to the single consonant was predictable; the reverse change seems highly unlikely.)

7:33 απολαβομενος rell ¦ επιλαβομενος [5%] CP ¦ προσλαβομενος W

§7:35 ευθεως f35 𝕻45A,N,W [99%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵB,D [1%]

*7:35 διηνοιχθησαν f35 A,N [97.5%] HF,RP,CP,TR,OC ¦ ηνοιγησαν B [1%] NU ¦ ηνυγησαν ℵD ¦ διηνυγησαν W ¦ three other variants [1%]

7:36 ειπωσιν f35 A,D,N [98%] HF,RP,CP,TR,OC ¦ λεγωσιν 𝕻45vℵB,W [2%] NU

7:36 αυτος f35 𝕻45vN [95%] HF,RP,CP,TR,OC ¦ — ℵA,B(D)W [5%] NU

§7:36 διεστελλετο f35 A,W [98%] HF,RP,CP,TR,OC ¦ 1 αυτοι ℵB(D)N [2%] NU

*7:37 τους f35 A,D,N [99%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵB(W) [1%]