ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ
Prologue
1Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3Πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
John—a witness to the Light
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ. 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν.
Jesus—the Only-begotten
14Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, «Οὗτος ἦν ὃν εἶπον, ‹Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.› » 16Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.
John the baptizer performs his office
19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, «Σὺ τίς εἶ;» 20Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι «Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.» 21Καὶ ἠρώτησαν αὐτόν, «Τί οὖν, Ἠλίας εἶ σύ;» Καὶ λέγει, «Οὐκ εἰμί.» «Ὁ Προφήτης εἶ σύ;» Καὶ ἀπεκρίθη, «Οὔ.» 22Εἶπον οὖν αὐτῷ, «Τίς εἶ;—ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;» 23Ἔφη, «Ἐγὼ φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν Κυρίου,› καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.»
24Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ, «Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ Προφήτης;» 26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» 28Ταῦτα ἐν Βιθαβαρᾶ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
Behold the Lamb of God!
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30Οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ‹Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.› 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.»
32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.› 34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.»
Jesus begins His public ministry
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 36Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ.» 37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, «Τί ζητεῖτε;» Οἱ δὲ εἶπον αὐτῷ, «Ῥαββί» (ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε), «ποῦ μένεις;» 39Λέγει αὐτοῖς, «Ἔρχεσθε καὶ ἴδετε.» Ἦλθον καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην—ὥρα ἦν ὡς δεκάτη. 40Ἦν Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, «Εὑρήκαμεν τὸν Μεσίαν» (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός). 42Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, «Σὺ εἶ Σίμων, ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς» (ὃ ἑρμηνεύεται, Πέτρος).
Nathanael
43Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» 44(Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.) 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ Νόμῳ—καὶ οἱ Προφῆται—εὑρήκαμεν· Ἰησοῦν τὸν υἱὸν Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ.» 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Λέγει αὐτῷ Φίλιππος, «Ἔρχου καὶ ἴδε.»
47Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, «Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.» 48Λέγει αὐτῷ Ναθαναήλ, «Πόθεν με γινώσκεις;» Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.» 49Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· «Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ.» 50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι, ‹Εἶδόν σε ὑποκάτω τῆς συκῆς,› πιστεύεις; Μείζω τούτων ὄψει.» 51Καὶ λέγει αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.»

Notes


*1:16 και f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ οτι 𝕻66,75ℵB,C,D [1%] NU

1:17 μωσεως f35 A [95%] CP,HF,RP,TR ¦ μωυσεως 𝕻66,75ℵB,C,W [5%] OC,NU

1:18 ο μονογενης υιος f35 A(W) (99%) HF,RP,OC,TR ¦ 1 μονογεννης 3 (0.6%) CP ¦ 12 θεος 𝕻75 (0.1%) ¦ 2 θεος 𝕻66ℵB,C (0.3%) NU

§1:19 απεστειλαν f35 𝕻66,75ℵW [98%] CP,HF,RP,OC,TR ¦ 1 προς αυτον (A)B,C [2%] [NU] (A [1.5%] place it after λευιτας.)

*1:20 ουκ ειμι εγω f35 [99%] CP,HF,RP,OC,TR ¦ ~ 312 𝕻66,75ℵA,B,C,W [1%] NU

1:21 τι ουν ηλιας ει συ f35 A [99%] CP,HF,RP,OC,TR ¦ ~ 12534 (𝕻75)C [0.3%] NU ¦ ~ 52134 B ¦ 1234 ℵ [0.2%] ¦ ~ τις 2534 𝕻66 ¦ ~ παλιν 12543 W ¦ three further variants

1:22 ειπον f35 ℵA,N [99.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75B,C,W [0.5%] NU (A similar statement obtains in 1.25,38; 2.18,20; 3.26; 9.20; 11.46; 12.19.)

§1:23 ἡσαιας f35 CP,OC,TR? ¦ ησαιας rell (A similar statement will obtain wherever the name occurs.)

*1:24 οι f35 N,W [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,C [1%] NU

1:25 ειπον rell ¦ ειπαν 𝕻66,75B,C,NU

1:25 ουτε f35 [98%] CP,HF,RP,OC,TR ¦ ουδε 𝕻(5)66,75ℵA,B,C,N,W [2%] NU (Both times.)

§1:26 δε f35 𝕻119A,N,W [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75,120ℵB,C [1%] NU

*1:27 αυτος εστιν ο f35 A (96.2%) CP,HF,RP,OC,TR ¦ ουτος 23 (1.2%) ¦ 12 (0.1%) ¦ 3 𝕻66,75,119v,120C,N,W (2.1%) NU ¦ — ℵB (0.4%)

1:27 ος εμπροσθεν μου γεγονεν f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻5,66,75,119v,120ℵB,C,N,W [2%] NU

1:27 εγω ουκ ειμι αξιος f35 A (86.4%) CP,HF,RP,OC,TR ¦ ~ 2314 𝕻119B,T,W (3%) [NU] ¦ ~ 2341 (0.2%) ¦ 234 𝕻120vℵC,N (6.9%) ¦ 23 ικανος 𝕻66,75 (2.5%) ¦ 123 ικανος (0.8%) ¦ ~ 231 ικανος (0.1%)

§1:27 υποδηματος rell ¦ 1 εκεινος υμας βαπτισει εν πνευματι αγιω και πυρι (N) (8.9%)

*1:28 εν βιθαβαρα εγενετο f35 [25%] ¦ 1 βηθαβαρα 3 (ℵcCc)Tv [10%] TR ¦ 1 βηθανια 3 𝕻75A,B,C,W [65%] CP,HF,RP,OC,NU ¦ ~ 31 βηθανια 𝕻66ℵ ¦ 1 βηθανια εγενοντο N

1:28 ην f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66,75ℵB,C,W [0.5%] NU

1:29 ο ιωαννης f35 [50%] CP,OC,TR ¦ — 𝕻5,66,75ℵA,B,C,N,W [50%] HF,RP,NU (OC has small print.)

§1:30 περι f35 A,N (98.9%) CP,HF,RP,OC,TR ¦ υπερ 𝕻5,66,75,106ℵB,C,T,W (0.6%) NU ¦ — (0.1%) ¦ long omission (0.4%)

*1:31 τω f35 A,N [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,W [5%] NU

1:32 εμαρτυρησεν rell ¦ 1 ο [20%]

1:32 ως f35 𝕻75,106(ℵ)A,B,C,N,W [60%] OC,NU ¦ ωσει 𝕻66 [40%] CP,HF,RP,TR

§1:37 αυτου οι δυο μαθηται f35 A,N (93.6%) CP,HF,RP,OC,TR ¦ αυτω 234 (0.7%) ¦ αυτον 234 (0.2%) ¦ ~ 2341 ℵB (1.6%) NU ¦ ~ 2314 𝕻66,75C,W (1.1%) ¦ 12341 (1.1%) ¦ 124 (0.5%) ¦ 134 (0.2%) ¦ 234 (0.4%) ¦ five other variants (0.4%)

*1:38 λεγεται ερμηνευομενον f35 ℵ (94.5%) CP,HF,RP,OC,TR ¦ 1 μεθερμηνευομενον 𝕻66,75A,B,C,N(W) (3.1%) NU ¦ ερμηνευεται (0.5%) ¦ εστιν (1.3%) ¦ εστιν μεθερμηνευομενον (0.2%) ¦ — (0.4%) ¦ two other variants (0.1%)

1:39 ιδετε f35 ℵA [98%] CP,HF,RP,OC,TR ¦ ιδεται N ¦ οψεσθε 𝕻5,66,75B,C [2%] NU ¦ οψεσθαι W

1:39 ηλθον f35 [98%] CP,HF,RP,TR ¦ 1 ουν ℵA,N [1.5%] OC ¦ ηλθαν ουν 𝕻5v,66,75B,C,W [0.5%] NU

§1:39 ειδον f35 ℵA [99.5%] CP,HF,RP,OC,TR ¦ ειδαν 𝕻66,75B,C,W [0.5%] NU ¦ ιδον N

*1:39 ωρα f35 𝕻66,75ℵA,B,C,W [95%] CP,HF,RP,OC,NU ¦ 1 δε [5%] TR

1:41 πρωτος f35 ℵW [95%] CP,HF,RP,OC,TR ¦ πρωτον 𝕻66,75A,B [5%] NU

1:41 μεσιαν f35 [95%] CP,HF,RP ¦ μεσσιαν 𝕻66,75ℵA,B,W [5%] OC,TR,NU

§1:41 μεθερμηνευομενον rell ¦ 1 ο [5%] TR

*1:42 και f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75,119vℵB [0.5%] NU ¦ ουτος [0.5%]

1:42 εμβλεψας f35 𝕻66,106ℵA,B [80%] HF,RP,OC,NU ¦ 1 δε 𝕻75 [20%] CP,TR ¦ και 1 W

1:42 ιωνα f35 A (99.2%) CP,HF,RP,OC,TR ¦ ιωαννου 𝕻66,75,106ℵ(B)W (0.5%) NU ¦ ιωανα (0.4%)

§1:43 ηθελησεν f35 𝕻66,75,120ℵA,B,W [80%] CP,HF,RP,NU ¦ 1 ο ιησους [20%] OC,TR

*1:43 αυτω f35 [50%] OC,TR ¦ 1 ο ιησους 𝕻66,75(ℵ)A,B,W [50%] CP,HF,RP,NU

1:45 μωσης f35 ℵA [95%] CP,HF,RP,TR ¦ μωυσης 𝕻66,75B,W [5%] OC,NU

1:45 τον f35 A,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75,106ℵB [0.5%] NU

§1:45 υιον f35 A [40%] CP ¦ 1 του 𝕻66,75ℵB [60%] HF,RP,OC,TR,NU ¦ τω W

*1:45 ναζαρετ f35 𝕻66ℵA,B [80%] CP,HF,RP,OC,TR,NU ¦ ναζαρεθ 𝕻75,106W [20%] (Both times.)

1:46 αυτω f35 𝕻66ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻75B [0.5%] [NU]

1:48 απεκριθη rell ¦ 1 ο ℵ [10%] TR

§1:49 ναθαναηλ και λεγει αυτω f35 A (93.6%) CP,HF,RP,OC,TR ¦ ~ 41 𝕻66,75B,W (1%) NU ¦ 12 ειπεν 4 (ℵ) (5%) ¦ ~ 412 ειπεν (0.2%) ¦ two other variants (0.1%)

*1:49 ει ο βασιλευς f35 𝕻66ℵ [98%] CP,HF,RP,OC,TR ¦ ~ 31 𝕻75A(B)W [2%] NU

1:50 σοι f35 [98%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75ℵA,B [2%] NU ¦ οτι W

1:50 οψει f35 [70%] CP,HF,RP,OC,TR ¦ οψη 𝕻66,75ℵA,B,W [30%] NU

§1:51 απ αρτι οψεσθε f35 A (96%) CP,HF,RP,OC,TR ¦ 12 οψεσθαι (3%) ¦ 3 𝕻66,75B (0.7%) NU ¦ οψεσθαι ℵW (0.3%)