3
The ‘secret’ revealed to Paul
1Τούτου χάριν ἐγώ, Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον (καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε, ἀναγινώσκοντες, νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ), 5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι· 6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, 7οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
8Ἐμοί, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, 9καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
Prayer
14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ· δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον· 17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι 18ἵνα ἐξισχύσητε καταλαβέσθαι (σὺν πᾶσιν τοῖς ἁγίοις) τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος· 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ—ἵνα πληρωθῆτε εἰς πᾶν τὸ Πλήρωμα τοῦ Θεοῦ.
20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
Notes
*3:1
ιησου f35 𝕻46A,B(C) [97%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵ [3%]
†3:1
των εθνων rell ¦ — CP
‡3:2
ειγε rell ¦ 1 και CP
§3:3
οτι f35 ℵA,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [1%]
*3:3
εγνωρισεν f35 [95%] RP,HF,OC,TR,CP ¦ εγνωρισθη 𝕻46ℵA,B,C [5%] NU
†3:5
ο f35 𝕻46ℵA,B,C [95%] RP,HF,OC,NU ¦ 1 εν [5%] TR,CP
‡3:5
εν rell ¦ — CP
§3:5
πνευματι f35 𝕻46ℵA,B,C [85%] RP,HF,OC,TR,NU ¦ 1 αγιω [15%] CP
*3:6
αυτου f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU
†3:6
τω χριστω f35 [96%] RP,HF,OC,TR,CP ¦ 2 ιησου 𝕻46ℵA,B,C [4%] NU
‡3:7
εγενομην f35 C [96%] RP,HF,OC,TR,CP ¦ εγενηθην 𝕻46ℵA,B [4%] NU
§3:7
την δοθεισαν f35 [95%] RP,HF,OC,TR,CP ¦ της δοθεισης 𝕻46ℵA,B,C,I [5%] NU
*3:8
παντων f35 𝕻46ℵA,B,C [95%] RP,HF(CP)NU ¦ 1 των [5%] OC,TR (CP omits αγιων.)
†3:8
εν f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [2%] NU
‡3:8
τον ανεξιχνιαστον πλουτον f35 [98%] RP,HF,OC,TR,CP ¦ το ανεξιχνιαστον πλουτος 𝕻46ℵA,B,C [2%] NU
§3:9
παντας f35 𝕻46B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵA [1%]
*3:9
οικονομια f35 𝕻46ℵA,B,C [90%] RP,HF,OC,TR,CP ¦ κοινωνια [10%] TR
†3:9
δια ιησου χριστου f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU
‡3:11
εν f35 ℵ [98%] RP,HF,OC,TR,CP ¦ 1 τω 𝕻46A,B,C [2%] NU
§3:12
την f35 C [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU
*3:13
εκκακειν f35 C [98%] RP,HF,OC,TR,CP ¦ εγκακειν (𝕻46)ℵ(A,B) [2%] NU
†3:14
του κυριου ημων ιησου χριστου f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU
‡3:16
δωη f35 [97%] RP,HF,OC,TR,CP ¦ δω 𝕻46ℵA,B,C [3%] NU
§3:16
τον πλουτον f35 [97%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵA,B,C [3%] NU
*3:18
βαθος και υψος f35 ℵA (93.9%) RP,HF,OC,TR,CP ¦ ~ 321 𝕻46B,C,I (5.8%) NU ¦ two other variants (0.3%)
†3:21
εκκλησια f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 και 𝕻46ℵA,B,C [5%] NU