1Ὥστε, ἀδελφοί μου, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
Concluding considerations
To individuals
2Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. 3Ναί, ἐρωτῶ καὶ σέ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν Βίβλῳ Ζωῆς.
Filling the mind with good things
4Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. 5Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· ὁ Κύριος ἐγγύς. 6Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντί, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας, τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· 7καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα—εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος—ταῦτα λογίζεσθε. 9Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
Thanks for material support
10Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. 11Οὐχ ὅτι καθ᾿ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. 12Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. 13Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. 14Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
15Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως εἰ μὴ ὑμεῖς μόνοι. 16Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δίς, εἰς τὴν χρείαν μοι ἐπέμψατε. 17Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾿ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. 18Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾿ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ. 19Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
20Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Sign-off
21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. 22Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
23Ἡ χάρις τοῦ Κυρίου, Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν. Ἀμήν.,

Notes


*4:2 ευοδιαν f35 ℵA,B [90%] RP,HF,OC,CP,NU ¦ ευωδιαν [10%] TR

4:3 ναι f35 𝕻46ℵA,B [95%] RP,HF,OC,CP,NU ¦ και [5%] TR

4:3 συζυγε γνησιε f35 [90%] RP,HF,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵ(A)B [10%] NU

§4:6 ευχαριστιας rell ¦ ευχαριστειας [20%]

*4:9 ειδετε f35 ℵA,B [70%] RP,HF,OC,TR,CP,NU ¦ ιδετε [30%]

4:10 εφρονειτε rell ¦ φρονειτε CP

4:12 και f35 𝕻46ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ δε [15%] TR

§4:13 χριστω f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,I [2%] NU

*4:14 πλην f35 ℵA,B [90%] RP,HF,OC,TR,CP,NU ¦ 1 και υμεις [10%]

4:15 δε rell ¦ — 𝕻46 [2%] CP

4:15 ληψεως rell ¦ λημψεως ℵA,B [2%] NU

§4:17 αλλ rell ¦ αλλα A,B [1%] NU

*4:19 πληρωσει rell ¦ πληρωσαι [15%]

4:19 τον πλουτον f35 [97%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵA,B [2%] NU ¦ του πλουτος [1%]

4:23 κυριου f35 ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ 1 ημων 𝕻46 [15%] TR

§4:23 παντων f35 (90.9%) RP,HF,OC,TR,CP ¦ του πνευματος 𝕻46ℵA,B (9.1%) NU

*4:23 αμην f35 𝕻46ℵA [98%] RP,HF,OC,TR,CP ¦ — B [2%] NU

4:23 The citation of f35 is based on thirty-seven MSS—18, 35, 201, 204, 328, 386, 394, 444, 604, 757, 824, 928, 986, 1072, 1075, 1100, 1248, 1249, 1503, 1548, 1637, 1725, 1732, 1761, 1768, 1855, 1864, 1865, 1876, 1892, 1897, 2080, 2352, 2466, 2554, 2587 and 2723—all of which I collated myself. 35, 1072, 1864, 1865 and 2554 are ‘perfect’ representatives of f35 in Philippians, as they stand, as were the exemplars of another ten. The uniformity is impressive. Since these MSS come from all over the Mediterranean world (Sinai, Jerusalem, Patmos, Constantinople, Bucharest, Aegean, Trikala, Meteora, Athens, Mt. Athos [seven different monasteries], Grottaferrata, Vatican, etc.) they are certainly representative of the family, giving us the precise family profile—it is reflected in the Text without exception.In the statements of evidence I have included the percentage of manuscript attestation for each variant, within either ( ) or [ ]. I have used ( ) for the evidence taken from TuT, which I take to be reasonably precise. For the variant sets that are not covered there I had to revert to von Soden and the apparatus of N-A27, supplementing from other sources where possible (Scrivener and Tischendorf)—the percentages offered, I have used [ ] for these, are extrapolations based on a comparison of these sources.I venture to predict, if complete collations ever become available, that for any non-Byzantine variants listed with 5 to 1% support (in my apparatus) the margin of error should not exceed ±1%; for non-Byzantine variants listed with 10 to 6% support the margin of error should hardly exceed ±3%; where there is some division among the Byzantine witnesses the margin of error should rarely exceed ±15%. However, I guarantee the witness of Family 35. Please see the last footnote for Matthew for further information.