Don’t offend, forgive
1Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· «Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα, οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται. 2Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. 3Προσέχετε ἑαυτοῖς· ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. 4Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, ‹Μετανοῶ,› ἀφήσεις αὐτῷ.»
Faith like a mustard seed has
5Καὶ εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, «Πρόσθες ἡμῖν πίστιν.» 6Εἶπεν δὲ ὁ Κύριος· «Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ‹Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ,› καὶ ὑπήκουσεν ἂν ὑμῖν.
The thanks that a slave gets
7»Τίς δὲ ἐξ ὑμῶν, δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ, ἐρεῖ εὐθέως, ‹Παρελθὼν ἀνάπεσε›; 8Ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ, ‹Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ›; 9Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; Οὐ δοκῶ. 10Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι ‹Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.› »
Jesus cleanses ten lepers
11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας. 12Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν. 13Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, «Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.» 14Καὶ ἰδὼν εἶπεν αὐτοῖς, «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· 16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ—καὶ αὐτὸς ἦν Σαμαρείτης. 17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.» 19Καὶ εἶπεν αὐτῷ, «Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.»
The coming of the Kingdom
20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· «Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως· 21οὐδὲ ἐροῦσιν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ›· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.»
22Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· «Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23Καὶ ἐροῦσιν ὑμῖν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ.› Μὴ ἀπέλθητε μηδὲ διώξητε. 24Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 27Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. 28Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν— 29ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. 30Κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται.
31»Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτὴν ζωογονήσει αὐτήν. 34Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. 35Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται.»
37Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, «Ποῦ, Κύριε;» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.»

Notes


*17:1 ειπεν δε rell ¦ ελεγεν 2 και OC

17:1 μαθητας f35 N,W [84%] CP,HF,RP,TR ¦ 1 αυτου 𝕻75ℵA,B,D [16%] OC,NU

17:1 μη ελθειν τα σκανδαλα f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 3412 𝕻75ℵB [0.5%] NU

§17:1 ουαι δε f35 A,N(W) [97.5%] CP,HF,RP,TR,OC ¦ ~ πλην 1 𝕻75ℵB,D [2.5%] NU

*17:2 μυλος ονικος f35 A,N [94%] CP,HF,RP,TR ¦ λιθος μυλικος 𝕻75ℵB,D [6%] OC,NU ¦ λιθος 2 W

17:2 ενα των μικρων τουτων f35 A(D)N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 2341 ℵ(B) [0.5%] NU

17:3 δε f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,N [3%] NU

§17:3 εις σε f35 D,N [95.5%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,W [4.5%] NU

*17:3 μετανοηση rell ¦ μετανοησει [11%]

17:4 αμαρτη f35 ℵ [96%] CP,HF,RP,TR,OC ¦ αμαρτηση A,B,D,N,W [4%] NU

17:4 της ημερας f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [2%] NU

§17:4 επιστρεψη f35 N,W [92%] CP,HF,RP ¦ 1 επι σε [3%] TR ¦ 1 προς σε ℵA,B,D [4%] OC,NU ¦ 1 εις σε [1%] ¦ one other variant (15% have επιστρεφει scattered among the variants)

*17:5 ειπον rell ¦ ειπαν ℵB,D [1%] NU

17:6 ειχετε f35 D [50%] CP,TR ¦ εχετε 𝕻75ℵA,B [50%] HF,RP,OC,NU ¦ εχεται N,W

17:6 ταυτη f35 A,B,N,W [99.5%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻75ℵ(D) [0.5%]

§17:7 ερει f35 A,W [93.5%] CP,HF,RP,TR,OC ¦ 1 αυτω 𝕻75ℵB,D,N [6.5%] NU

*17:7 αναπεσε f35 𝕻75ℵB,D,W [80%] CP,HF,RP,OC,NU ¦ αναπεσαι A,N [18%] TR ¦ αναπεσον [2%] ¦ three other variants

17:8 εως rell ¦ 1 αν A,N [19%]

17:9 χαριν εχει f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,D [1%] NU

§17:9 τω δουλω εκεινω f35 N,W [99%] CP,HF,RP,TR,OC ¦ 12 𝕻75A,B,D [1%] NU ¦ — ℵ

*17:9 ου δοκω f35 A,N,W (93.8%) CP,HF,RP,OC ¦ αυτω 12 D (2.8%) TR ¦ αυτω (0.2%) ¦ παντα … αυτω 12 (0.6%) ¦ παντα … 12 (0.3%) ¦ two other readings (0.1%) ¦ — 𝕻75B (1.5%) NU ¦ long omissions ℵ (0.6%)

17:10 οτι f35 N,W [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D [5%] NU

17:10 ωφειλομεν f35 𝕻75A,B,D [55%] HF,TR,OC,NU ¦ ωφειλαμεν ℵ [0.5%] ¦ οφειλομεν W [45%] CP,RP ¦ οφιλομεν N

§17:11 αυτον f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1%] NU

*17:11 μεσου f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ μεσον 𝕻75ℵB(D) [0.5%] NU ¦ ανα μεσον [1.5%]

17:12 αυτω f35 ℵA,N,W [99.7%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻75B(D) [0.3%]

17:16 σαμαρειτης rell ¦ σαμαριτης ℵD,N,W [3.5%] NU ¦ σαμαρειτις [4%] ¦ one other variant

§17:17 εννεα rell ¦ εννε CP

*17:21 η rell ¦ — [13%] CP ¦ και W

17:21 ιδου f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1%] NU

17:22 δε rell ¦ 1 και CP ¦ 1 ουν D

§17:22 επιθυμησετε rell ¦ επιθυμησητε N [10%] ¦ επιθυμησεται ℵA,W [10%] ¦ επιθυμησηται B

*17:23 ωδε η ιδου εκει f35 A [52%] HF,RP,TR ¦ 134 D,W [15%] CP,OC ¦ 1 και 34 [5%] ¦ 1234 ο χριστος N [15%] ¦ 134 ο Χριστος [9%] ¦ 124 [4%] ¦ ~ 4231 𝕻75B[NU] ¦ ~ 4 και 31 ℵ

17:24 η f35 A,D [88%] CP,HF,RP,TR ¦ — 𝕻75ℵB,N,W [12%] OC,NU

17:24 ὑπ f35 N [92%] CP,HF,RP,TR,OC ¦ υπο τον 𝕻75ℵA,B,D,W [7%] NU (at least 1% have των ουρανων)

§17:24 εσται f35 𝕻75ℵA,B,W [92.5%] CP,HF,RP,NU ¦ 1 και D,N [7.5%] TR,OC

*17:24 εν τη ημερα αυτου f35 ℵA,N,W [99.7%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻75B,D

17:26 ημεραις rell ¦ 1 του [3%] TR

17:27 εξεγαμιζοντο f35 A,N,W [82%] CP,HF,RP,TR,OC ¦ εγαμιζοντο 𝕻75ℵB,D [18%] NU

§17:27 απαντας f35 ℵA,N,W [98%] CP,HF,RP,TR,OC ¦ παντας 𝕻75B,D [2%] NU

*17:28 και ως f35 A,D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ καθως 𝕻75ℵB [1.5%] NU

17:29 απαντας f35 ℵA,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ παντας B,D [2.5%] NU

17:30 ταυτα f35 ℵA,W [94%] CP,HF,RP,TR ¦ τα αυτα B,D,N [6%] OC,NU

§17:31 τω f35 A,D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1.5%] NU

*17:33 σωσαι f35 ℵA,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ περιποιησασθαι 𝕻75B [0.3%] NU ¦ ζωογονησαι (D)

17:33 απολεσει rell ¦ απολεση W [14%] ¦ one other variant

17:33 και ος εαν f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ 2 δαν 𝕻75ℵB [1%] NU ¦ 12 αν D [1%] ¦ three other variants

§17:33 απολεση rell ¦ απολεσει A,N [16%]

*17:33 αυτην f35 A,N,W [92.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D [1.5%] NU ¦ 1 ενεκεν εμου [5%] ¦ την ψυχην αυτου [1%]

17:34 δυο εσονται f35 A,N,W [48%] OC ¦ ~ 21 𝕻75ℵB(D) [52%] CP,HF,RP,TR,NU

17:34 μιας f35 A,D,N,W [97%] CP,HF,RP,OC ¦ 1 ο 𝕻75ℵB [3%] TR,NU

§17:34 παραληφθησεται rell ¦ παραλημφθησεται 𝕻75ℵA,B,N,W [1.5%] NU ¦ παραλειφθησεται [4%] ¦ παραλαμβανεται [7%] ¦ παραλαμβανετε D

*17:35 δυο εσονται f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75B,D,Q [1%] NU ¦ two other variants (ℵ omits verse)

17:35 αυτο f35 A,N,W [89%] CP,HF,RP,TR,OC ¦ 1 η 𝕻75B,D,Q [11%] NU

17:35 παραληφθησεται rell ¦ παραλημφθησεται 𝕻75ℵA,B,N,Q,W [1%] NU ¦ παραλειφθησεται [3.5%] ¦ παραλαμβανεται [1.5%]

§17:35 και η f35 A,D,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 1 δε 𝕻75B,Q [1.5%] NU

*17:35 αφεθησεται f35 𝕻75ℵA,B,N,Q,W [80%] HF,RP,TR,NU ¦ αφεθησεται 36 δυο εσονται (−ε. OC) εν τω αγρω ο (−ο OC) εις παραληφθησεται και ο ετερος αφεθησεται (with variations) (D) [20%] CP, some TRs(OC)

17:37 σωμα rell ¦ πτωμα [16%]

17:37 συναχθησονται και οι αετοι f35 [29%] ¦ 134 A,D,N,W [68%] CP,HF,RP,TR ¦ ~ 234 επισυναχθησονται ℵB [0.5%] NU ¦ ~ 341 [1%] ¦ επισυναχθησονται 34 Q [1%] ¦ επισυναχθησονται 234 OC