Jesus heals a man with dropsy
1Καὶ ἐγένετο, ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, «Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;» 4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν, «Τίνος ὑμῶν, υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;» 6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα.
A lesson about humility
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8«Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ, ‹Σύ, δὸς τούτῳ τόπον›· καὶ τότε ἄρξῃ, μετ᾿ αἰσχύνης, τὸν ἔσχατον τόπον κατέχειν. 10Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃ σοι, ‹Φίλε, προσανάβηθι ἀνώτερον.› Τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι. 11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»
12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· «Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα. 13Ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι—ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.»
An unusual banquet
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, «Μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» 16Ὁ δὲ εἶπεν αὐτῷ· «Ἄνθρωπός τις ἐποίησεν δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‹Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα.› 18Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· ‹Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.› 19Καὶ ἕτερος εἶπεν· ‹Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.› 20Καὶ ἕτερος εἶπεν, ‹Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.› 21Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‹Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.› 22Καὶ εἶπεν ὁ δοῦλος, ‹Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.› 23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ‹Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. 24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.› »
Jesus ministers (mainly) in Perea
Jesus defines discipleship
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26«Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής. 27Καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28»Τίς γὰρ ἐξ ὑμῶν, ὁ θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; 29Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ, 30λέγοντες ὅτι ‹Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.›
31»Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; 32Εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33»Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μου εἶναι μαθητής. 34Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»

Notes


*14:1 των f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻45,75ℵB [1%]

14:3 ει f35 𝕻45A,N,W [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D [3%] NU

14:3 θεραπευειν f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ θεραπευσαι 𝕻45 ¦ 1 η ου [1%] ¦ θεραπευσαι η ου 𝕻75ℵB,D [1.5%] NU

§14:5 αποκριθεις f35 (ℵ)A,N(W) [80%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75B,D [20%] NU

*14:5 προς αυτους ειπεν rell ¦ ~ 312 A,D,W [13%]

14:5 υιος f35 𝕻45,75B,N,W [72.5%] HF,RP,OC,NU ¦ ο 1 A [1.5%] ¦ ονος ℵ [26%] CP,TR ¦ προβατον D

14:5 εμπεσειται f35 (D,N) [90%] CP,HF,RP,TR,OC ¦ πεσειται 𝕻45,75ℵA,B,W [10%] NU

§14:5 τη f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB [1%] NU

*14:6 αυτω f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,D [1%] NU ¦ two other variants

14:8 κατακλιθης rell ¦ κατακληθης [15%] ¦ κατακλιθεις [3%] ¦ κατακληθεις [5.5%] ¦ κατακλινου 𝕻45 ¦ one other variant

14:9 συ f35 [20%] ¦ σοι 𝕻45,75ℵA,B,D,N,W [80%] CP,HF,RP,TR,OC,NU

§14:9 μετ f35 𝕻45 [70%] CP,HF,RP,TR,OC ¦ μετα 𝕻75ℵA,B,D,N,W [30%] NU

*14:10 αναπεσε f35 𝕻45v,75ℵA,B,N,W [80%] CP,HF,RP,OC,NU ¦ ανεπεσε [1%] ¦ αναπεσον [4%] TR ¦ αναπεσαι [15%] ¦ αναπειπτε D

14:10 ειπη f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ ερει 𝕻75ℵB,N [1%] NU

14:10 ενωπιον f35 D,W [95%] CP,HF,RP,TR,OC ¦ 1 παντων 𝕻75ℵA,B,N [5%] NU

§14:12 σε αντικαλεσωσιν f35 A,W [98%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,D [2%] NU ¦ αντικαλεσουσεν N

*14:12 γενηται rell ¦ γενησεται [16%] OC ¦ one other variant

14:12 σοι ανταποδομα f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,D [1%] NU

14:13 ποιης δοχην f35 A,D,N,W [84%] CP,HF,RP,TR,OC ¦ ~ 21 B,NU ¦ ~ 2 ποιησης 𝕻75ℵ ¦ ποιεις 2 [16%]

§14:13 αναπηρους f35 [90%] CP,HF,RP,TR,OC ¦ αναπειρους 𝕻75A,B,D,W [10%] NU ¦ αναπιρους ℵN

*14:15 ος f35 A,D,N,W [96.5%] CP,HF,RP,TR,OC ¦ οστις 𝕻75B [3.5%] NU ¦ omit whole line ℵ

14:15 αριστον f35 A,W [80%] CP,HF,RP,OC ¦ αρτον 𝕻75B,D,N [20%] TR,NU

14:16 εποιησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ εποιει 𝕻75ℵB [0.5%] NU

§14:17 παντα f35 A(D)N,W (99.5%) CP,HF,RP,TR,OC ¦ — 𝕻45(75)(ℵ)B (0.5%) NU

*14:18 παραιτεισθαι παντες f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,D [1%] NU

14:18 εξελθειν και f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ εξελθων 𝕻75ℵB,D [0.5%] NU ¦ three other variants

14:21 εκεινος f35 N [89%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵA,B,D,W [11%] NU

§14:21 αναπηρους f35 N [97%] CP,HF,RP,TR,OC ¦ αναπειρους 𝕻75ℵA,B,D,W [3%] NU

*14:21 τυφλους και χωλους f35 𝕻45,75ℵB,D,W [42%] CP,NU ¦ ~ 321 N [57%] HF,RP,TR,OC ¦ 1 A [1%]

14:22 ως f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ ο 𝕻45v,75ℵB,D [1%] NU ¦ two other variants [1%]

14:23 ο οικος μου f35 𝕻45W [95%] CP,HF,RP,TR,OC ¦ ~ 312 𝕻75ℵA,B,D,N [5%] NU

§14:24 δειπνου f35 𝕻45,75ℵA,B,D,N,W [55%] CP,HF,TR,OC,NU ¦ 1 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι [45%] RP

*14:26 αυτου f35 𝕻45ℵA,D,N,W [96%] CP,HF,RP ¦ εαυτου 𝕻75B [4%] TR,OC,NU

14:26 δε f35 𝕻45ℵA,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ τε B [1%] NU ¦ — 𝕻75

14:26 εαυτου ψυχην f35 𝕻45A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,NU

§14:26 μου ειναι μαθητης f35 𝕻45,75N [36%] CP ¦ ~ 132 A,D,W [60%] HF,RP,TR,OC ¦ ~ 213 ℵB [4%] NU ¦ one other variant

*14:27 και οστις f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ 2 𝕻45,75ℵ [0.5%] NU ¦ 2 ουν B ¦ two other variants

14:27 αυτου f35 𝕻45,75ℵD [92%] CP,HF,RP,TR ¦ εαυτου A,B,N,W [8%] OC,NU

14:27 ειναι μου f35 𝕻75ℵB,N,W [75%] CP,HF,RP,OC,NU ¦ ~ 21 𝕻45A(D) [25%] TR

§14:28 ο θελων f35 𝕻45W [70%] CP,HF,RP ¦ 2 ℵA,B,D,N [30%] TR,OC,NU ¦ θελει 𝕻75

*14:28 τα f35 ℵA,N [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75B,D,W [1.5%] NU

14:28 προς f35 [45%] CP,TR,OC ¦ εις 𝕻45,75ℵA,B,D,N,W [55%] HF,RP,NU

14:29 ισχυοντος rell ¦ ισχυσαντος [8%] OC ¦ three other spellings

§14:29 αρξωνται rell ¦ αρξονται N [18%]

*14:29 εμπαιζειν αυτω f35 𝕻45v [86%] CP,HF,RP,TR ¦ ~ 21 𝕻75ℵA,B,N,W [13%] OC,NU ¦ — (D) ¦ two other variants [1%]

14:31 συμβαλειν ετερω βασιλει f35 W [98%] CP,HF,RP,TR,OC ¦ ~ 231 𝕻75(ℵ)A,B,D,N [2%] NU ¦ two other variants

14:31 καθισας πρωτον rell ¦ ~ 21 [1%] OC

§14:31 βουλευεται f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ βουλευσεται 𝕻75ℵB [1%] NU

*14:31 απαντησαι f35 N,W [97%] CP,HF,RP,TR,OC ¦ υπαντησαι 𝕻45,75ℵA,B(D) [3%] NU

14:32 πορρω αυτου f35 A [95%] CP,HF,RP,OC ¦ ~ 21 𝕻75ℵB,D,N,W [5%] TR,NU

14:33 μου ειναι f35 A(D)N,W [99%] CP,HF,RP,TR ¦ ~ 21 𝕻75ℵB [1%] OC,NU

§14:34 καλον f35 A,D,N,W [98%] CP,HF,RP,TR,OC ¦ 1 ουν 𝕻75ℵB [2%] NU

*14:34 δε f35 𝕻75A,W [98.5%] CP,HF,RP,TR ¦ 1 και ℵB,D,N [1.5%] OC,NU