Practical instructions
1Ἡ φιλαδελφία μενέτω. 2Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. 3Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. 4Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. 5Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν, αὐτὸς γὰρ εἴρηκεν, «Οὐ μή σε ἀνῶ, οὐδ᾿ οὐ μή σε ἐγκαταλίπω.» 6Ὥστε θαρροῦντας ἡμᾶς λέγειν· «Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι. Τί ποιήσει μοι ἄνθρωπος;»
7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. 8Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. 9Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε, καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
Join Jesus outside the camp
10Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
11Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα, περὶ ἁμαρτίας, εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς, 12διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. 13Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
15Δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16(Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.)
Concluding requests
17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες (ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο).
18Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι· 19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
Benediction
20Ὁ δὲ Θεὸς τῆς εἰρήνης—ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν21καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Sign-off
22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ᾿ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.,

Notes


*13:3 κακουχουμενων rell ¦ κακοχουμενον (C) [30%]

13:4 δε f35 C [96%] RP,HF,OC,TR,CP ¦ γαρ 𝕻46ℵA [3%] NU ¦ — [1%]

13:5 εγκαταλιπω f35 [50%] OC,TR,CP,NU ¦ εγκαταλειπω 𝕻46ℵA,C [50%] RP,HF

§13:6 και f35 𝕻46A [97%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵC [3%]

*13:8 χθες f35 [95%] RP,HF,OC,TR,CP ¦ εχθες 𝕻46ℵA,C [5%] NU

13:9 παραφερεσθε f35 𝕻46ℵA,C [85%] RP,HF,OC,CP,NU ¦ περιφερεσθε [15%] TR

13:9 περιπατησαντες f35 C [98%] RP,HF,OC,TR,CP ¦ περιπατουντες 𝕻46ℵA [2%] NU

§13:13 εξερχωμεθα rell ¦ εξερχομεθα [20%]

*13:14 μελλουσαν rell ¦ μενουσαν CP

13:15 ουν f35 A,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [2%]

13:15 αναφερωμεν rell ¦ αναφερομεν [20%]

§13:18 πεποιθαμεν f35 [95%] RP,HF,OC,TR,CP ¦ πειθομεθα 𝕻46A,C [3%] NU ¦ πειθομαι [2%] ¦ οτι καλην θα ℵ (Aleph really got lost.)

*13:20 ιησουν f35 𝕻46ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ 1 χριστον [10%] CP

13:21 εργω f35 C (96.9%) RP,HF,OC,TR,CP ¦ 1 και λογω A (1.4%) ¦ — ℵ (1.4%) NU ¦ τω 𝕻46

13:21 υμιν f35 A,C [70%] RP,HF,OC,TR,CP ¦ ημιν 𝕻46ℵ [30%] NU

§13:21 των αιωνων f35 ℵA(C) [85%] RP,HF,OC,TR[NU] ¦ — 𝕻46 [15%] CP

*13:23 αδελφον f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 ημων 𝕻46ℵA,C [5%] NU

13:25 αμην f35 A,C [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵIv [3%] NU

13:25 The citation of f35 is based on thirty-five MSS—18, 35, 141, 201, 204, 328, 386, 394, 444, 604, 757, 824, 928, 959, 1072, 1075, 1100, 1248, 1249, 1503, 1548, 1637, 1725, 1732, 1761, 1768, 1855, 1864, 1865, 1892, 2080, 2466, 2554, 2587 and 2723—all of which I collated myself. 2554 is a ‘perfect’ representative of f35 in Hebrews, as it stands, and the exemplars of 35, 1637, 2080 and 2723 may have been, while several others were off by only one variant. Since these MSS come from all over the Mediterranean world (Sinai, Jerusalem, Patmos, Aegean, Constantinople, Bucharest, Trikala, Mt. Athos [six different monasteries], Athens, Grottaferrata, Vatican, etc.) they are certainly representative of the family, giving us the precise family profile—it is reflected in the Text without exception.In the statements of evidence I have included the percentage of manuscript attestation for each variant, within either ( ) or [ ]. I have used ( ) for the evidence taken from TuT, which I take to be reasonably precise. For the variant sets that are not covered there I had to revert to von Soden and the apparatus of N-A27, supplementing from other sources where possible (Scrivener and Tischendorf)—the percentages offered, I have used [ ] for these, are extrapolations based on a comparison of these sources. I venture to predict, if complete collations ever become available, that for any non-Byzantine variants listed with 5 to 1% support (in my apparatus) the margin of error should not exceed ±1%; for non-Byzantine variants listed with 10 to 6% support the margin of error should hardly exceed ±3%; where there is some division among the Byzantine witnesses the margin of error should rarely exceed ±15%. However, I guarantee the witness of f35. Please see the last footnote for Matthew for further information.