Animal blood is insufficient
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾿ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι. 2Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους; 3Ἀλλ᾿ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾿ ἐνιαυτόν, 4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
“I have come to do your will, O God”
5Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· 6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. 7Τότε εἶπον, ‹Ἰδοὺ ἥκω—ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.› » 8Ἀνώτερον λέγων ὅτι «Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας» (αἵτινες κατὰ τὸν νόμον προσφέρονται), 9τότε εἴρηκεν, «Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.» Ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. 10Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
Christ perfects forever
11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾿ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· 12αὐτὸς δέ, μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· 13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, 14μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μετὰ γὰρ τὸ προειρηκέναι· 16« ‹Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας,› λέγει Κύριος, ‹διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς, 17καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.› » 18Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
Hold fast the confession of hope
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾿ ἔστιν, τῆς σαρκὸς αὐτοῦ, 21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, 22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. 23Κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. 24Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν (καθὼς ἔθος τισίν), ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
A severe warning
26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28Ἀθετήσας τις νόμον Μωϋσέος χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει. 29Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30Οἴδαμεν γὰρ τὸν εἰπόντα, «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος»· καὶ πάλιν, «Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ.» 31Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
A word of encouragement
32Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἷς, φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· 33τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε· καί, τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.
35Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36Ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. 37«Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» 39Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

Notes


*10:1 δυναται f35 𝕻46 [40%] OC,TR,CP,NU ¦ δυνανται ℵA,C [59%] RP,HF ¦ — [1%] (The subject of the verb is ‘the law’ [sg], not ‘the sacrifices’ [pl]; 𝕻46 preserves the correct reading.)

10:2 ουκ rell ¦ — [5%] CP

10:2 κεκαθαρμενους f35 [95%] RP,HF,OC,TR,CP ¦ κεκαθαρισμενους 𝕻46ℵ [4%] NU ¦ κεκαθερισμενους A,C [1%]

§10:6 ευδοκησας rell ¦ ηυδοκησας C [15%] (This statement obtains in verse 8 below as well.)

*10:8 θυσιαν και προσφοραν f35 I [96%] RP,HF,OC,TR,CP ¦ θυσιας 2 προσφορας ℵA,C [4%] NU

10:8 τον f35 [90%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,C [10%] NU

10:9 ο θεος το θελημα σου f35 (71.6%) RP,HF,OC,TR ¦ 12 μου 345 (2.6%) ¦ ~ 34512 (5.4%) ¦ ~ 34512 μου (4.5%) CP ¦ 345 𝕻46ℵA,C (15.1%) NU ¦ three other variants (0.9%)

§10:10 οι f35 [90%] RP,HF,TR,CP ¦ — 𝕻46ℵA,C [9%] OC,NU ¦ ημεις [1%]

*10:10 σωματος f35 𝕻46ℵA,C [95%] RP,HF,CP,NU ¦ 1 του [5%] OC,TR

10:11 ιερευς f35 𝕻46,79vℵ [80%] RP,HF,OC,TR,NU ¦ αρχιερευς A,C [20%] CP

10:12 αυτος f35 [92%] RP,HF,OC,TR,CP ¦ ουτος 𝕻13,46,79vℵA,C [8%] NU

§10:15 προειρηκεναι f35 [95%] RP,HF,OC,TR,CP ¦ ειρηκεναι 𝕻13,46ℵA,C [5%] NU

*10:16 επι των διανοιων f35 (91.6%) RP,HF,OC,TR,CP ¦ 1 την διανοιαν 𝕻13,46ℵA,B,C,I (4.2%) NU ¦ εις την διανοιαν (3.5%) ¦ — [homoioteleuton] (0.7%)

10:16 αυτους rell ¦ 1 υστερον λεγει [15%] ¦ 1 τοτε ειρηκεν [1%]

10:17 μνησθω f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ μνησθησομαι 𝕻13ℵA,C,I [3%] NU

§10:18 τουτων f35 𝕻46A,C [95%] RP,HF,OC,TR,NU ¦ αυτων [5%] CP ¦ — ℵ

*10:19 αιματι rell ¦ 1 του OC

10:22 προσερχωμεθα f35 𝕻13ℵA,C [60%] RP,HF,OC,TR,CP,NU ¦ προσερχομεθα (𝕻46) [40%]

10:22 ερραντισμενοι f35 [97%] RP,HF,OC,TR,CP ¦ ρεραντισμενοι 𝕻46ℵA,C [3%] NU

§10:22 λελουμενοι f35 𝕻46A,C [95%] HF,OC,TR,CP ¦ λελουσμενοι ℵ [5%] RP,NU

*10:22 το σωμα rell ¦ τω σωματι [15%]

10:23 κατεχωμεν rell ¦ κατεχομεν [20%]

10:28 μωυσεος f35 [30%] CP ¦ μωυσεως ℵC [55%] RP,HF,OC,NU ¦ μωσεως A [15%] TR

§10:28 τρισιν rell ¦ τρισι OC

*10:30 λεγει κυριος f35 A (96%) RP,HF,OC,TR,CP ¦ — 𝕻13v,46ℵ (4%) NU

10:30 κυριος κρινει f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [4%] NU ¦ 2 [1%]

10:33 αναστρεφομενων rell ¦ αναστρεφωμενων CP

§10:34 δεσμοις μου f35 ℵ (92.1%) RP,HF,OC,TR,CP ¦ 1 𝕻46 (1.6%) ¦ δεσμιοις A (6.3%) NU

*10:34 εαυτοις f35 [91%] CP,RP,HF ¦ εν 1 [4%] OC,TR ¦ εαυτους 𝕻13,46ℵA [4%] NU ¦ — [1%]

10:34 εν ουρανοις f35 (97%) RP,HF,OC,TR,CP ¦ 1 τοις 2 (0.9%) ¦ — 𝕻13,46ℵA (1.7%) NU ¦ two other variants (0.3%)

10:35 μισθαποδοσιαν μεγαλην f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA [5%] NU

§10:37 οσον rell ¦ — [15%] ¦ οθεν [1%]

*10:37 χρονιει f35 A [98%] RP,HF,OC,TR,CP ¦ χρονισει 𝕻46ℵ [2%] NU

10:38 δικαιος f35 𝕻13 [97%] RP,HF,OC,TR,CP ¦ 1 μου 𝕻46ℵA [3%] NU

10:39 ψυχης rell ¦ — CP