The earthly sanctuary
1Εἶχεν μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. 2Σκηνὴ γὰρ κατεσκευάσθη· ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· 3μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης· 5ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον (περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος).
The service of that sanctuary
6Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, 7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· 8τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν Ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· 9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾿ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα— 10μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
Christ serves in the heavenly sanctuary
11Χριστὸς δὲ παραγενόμενος Ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, 12οὐδὲ δι᾿ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος. 13Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος Ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; 15Καὶ διὰ τοῦτο διαθήκης καινῆς Μεσίτης ἐστίν, ὅπως—θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων—τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
The earthly sanctuary inaugurated with blood
16Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· 17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· 19λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέος παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, 20λέγων, «Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.» 21Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν. 22Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
The heavenly sanctuary inaugurated with Christ’s blood
23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. 24Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾿ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· 25οὐδ᾿ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ᾿ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ 26—ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δέ, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. 27Καί, καθ᾿ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, 28οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας—ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.

Notes


*9:1 και f35 ℵA [97%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46vB [3%]

9:1 πρωτη f35 𝕻46ℵA,B [70%] RP,HF,CP,NU ¦ 1 σκηνη [30%] OC,TR

9:5 χερουβιμ f35 (A) [98%] RP,HF,OC,TR,CP ¦ χερουβιν 𝕻46ℵ (B) [2%] NU

§9:8 πεφανερωσθαι rell ¦ πεφανωσθαι CP

*9:9 τον rell ¦ τουτον CP

9:9 ον f35 [95%] RP,HF,OC,TR,CP ¦ ην ℵA,B [5%] NU

9:10 και f35 B (95.4%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA (4.6%) NU

§9:10 δικαιωμασιν f35 (94.2%) RP,HF,OC,TR,CP ¦ δικαιωματα 𝕻46ℵA,B (5.5%) NU ¦ two other readings (0.4%)

*9:11 μελλοντων f35 ℵA (97.5%) RP,HF,OC,TR,CP ¦ 1 των (1.4%) ¦ γενομενων (𝕻46)B (1.1%) NU

9:12 ευρομενος f35 [20%] ¦ ευραμενος rell (2nd aorist or 1st aorist? There is apparently no difference in meaning.)

9:13 ταυρων και τραγων f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B [3%] NU

§9:14 αγιου f35 [29%] ¦ 1 αιωνιου [1%] ¦ αιωνιου rell (The majority reading is certainly inviting.)

*9:14 υμων f35 ℵ [85%] RP,HF,OC,TR ¦ ημων A [15%] CP,NU (Codex B is no longer available from here to the end.)

9:16 διαθεμενου f35 ℵA,B [88%] RP,HF,OC,TR,NU ¦ διατιθεμενου [12%] CP

9:18 ουδε f35 A,C [55%] NU ¦ ουδ ℵ [45%] RP,HF,OC,TR,CP ¦ ουθ 𝕻46

§9:19 κατα f35 ℵ [85%] RP,HF,TR,CP ¦ 1 τον 𝕻46A,C [15%] OC,NU

*9:19 μωυσεος f35 [35%] CP ¦ μωυσεως ℵC [45%] RP,HF,OC,NU ¦ μωσεως A [20%] TR

9:19 τω rell ¦ — CP

9:19 και τραγων f35 (78%) RP,HF,OC,TR,CP ¦ 1 των 2 ℵA,C (5.1%) [NU] ¦ — 𝕻46 (16.2%) ¦ two other readings (0.7%)

§9:19 ερραντισεν f35 [85%] RP,HF,OC,TR,CP,N-A ¦ εραντισεν 𝕻46ℵA,C [15%] UBS (Also in verse 21.)

*9:23 ταυτας rell ¦ ταυταις CP

9:24 αγια εισηλθεν f35 C [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA [5%] NU

9:24 ο f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,C [5%] NU

§9:26 νυν f35 [92%] RP,HF,OC,TR,CP ¦ νυνι ℵA,C [8%] NU

*9:26 αθετησιν f35 𝕻46C [98%] RP,HF,OC,TR,CP ¦ 1 της ℵA,I [2%] [NU]

9:28 και f35 𝕻46ℵA,C [95%] RP,HF,OC,CP,NU ¦ — [5%] TR