Walk in love
1Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. 3Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν (καθὼς πρέπει ἁγίοις)· 4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία (τὰ οὐκ ἀνήκοντα), ἀλλὰ μᾶλλον εὐχαριστία. 5Τοῦτο γάρ ἴστε γινώσκοντες ὅτι· πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης (ὅς ἐστιν εἰδωλολάτρης), οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. 6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν 8—ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.
Walk in light
Ὡς τέκνα φωτὸς περιπατεῖτε 9(ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ), 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. 12(Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.) 13Τὰ δὲ πάντα, ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. 14Διὸ λέγει· «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»
Walk in wisdom
15Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.
Relationships within the home
About wives
22Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, 23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς Κεφαλὴ τῆς Ἐκκλησίας—καὶ αὐτός ἐστιν Σωτὴρ τοῦ σώματος. 24Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
About husbands
25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος· ἐν ῥήματι, 27ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ—ἔνδοξον τὴν ἐκκλησίαν—μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. 29Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν 30—ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. 31«Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» 32Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.
33Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα· ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Notes


*5:3 πασα ακαθαρσια f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [3%] NU ¦ 1 [1%]

5:3 η rell ¦ και [10%]

5:4 τα ουκ ανηκοντα f35 [97%] RP,HF,OC,TR,CP ¦ α 2 ανηκεν 𝕻46ℵA,B [3%] NU

§5:5 ιστε f35 𝕻46ℵA,B [30%] NU ¦ εστε [70%] RP,HF,OC,TR,CP

*5:5 ος f35 A [96%] RP,HF,OC,TR,CP ¦ ο 𝕻46ℵB [4%] NU

5:9 πνευματος f35 𝕻46 (94.2%) RP,HF,OC,TR,CP ¦ φωτος 𝕻49ℵA,B,I (5.3%) NU ¦ three other variants (0.5%)

5:14 εγειραι f35 [80%] TR,CP ¦ εγειρε 𝕻46ℵA,B [20%] RP,HF,OC,NU

§5:15 πως ακριβως f35 (A) [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵB [3%] NU

*5:17 συνιεντες f35 [96%] RP,HF,OC,TR,CP ¦ συνιετε 𝕻46ℵA,B [3%] NU ¦ συνιοντες [1%]

5:19 εαυτοις f35 ℵA [98%] RP,HF,OC,TR,CP ¦ 1 εν 𝕻46B [2%] [NU]

5:19 ψαλλοντες εν τη καρδια f35 (86.5%) RP,HF,OC,TR,CP ¦ 234 (7.8%) ¦ 134 𝕻46ℵB (0.8%) NU ¦ 12 ταις καρδιαις A (4.5%) ¦ two other variants (0.3%)

§5:21 θεου f35 [70%] TR ¦ χριστου 𝕻46ℵA,B [30%] RP,HF,OC,CP,NU ¦ ιησου χριστου [0.5%] ¦ one other reading

*5:22 υποτασσεσθε f35 (86.2%) RP,HF,OC,TR,CP ¦ υποτασσεσθαι (3.5%) ¦ υποτασσεσθωσαν ℵA,I (9.1%) ¦ υποτασσεσθω (0.7%) ¦ — 𝕻46B (alone) NU ¦ one other variant (0.2%)

5:23 οτι f35 𝕻46ℵA,B [85%] RP,HF,CP,NU ¦ 1 ο [15%] OC,TR (OC is in small print.)

5:23 και αυτος εστιν f35 [97%] RP,HF,OC,TR,CP ¦ 2 𝕻46ℵA,B,Iv,048 [3%] NU

§5:24 αλλ rell ¦ αλλα B [1%] NU

*5:24 ωσπερ f35 [95%] RP,HF,OC,TR,CP ¦ ως ℵA [3%] NU ¦ οτι 𝕻46 [1%] ¦ — B [1%]

5:24 ιδιοις f35 A [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU

5:25 εαυτων f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,048 [2%] NU ¦ one other reading

§5:27 αυτην f35 [97%] RP,HF,OC,TR,CP ¦ αυτος 𝕻46ℵA,B [3%] NU

*5:28 οφειλουσιν οι ανδρες f35 ℵ [95%] RP,HF,OC,TR,CP ¦ 1 και 23 𝕻46B [3%] [NU] ¦ ~ και 231 A,048v [2%]

5:29 αλλα f35 A,B [60%] CP,NU ¦ αλλ ℵ [40%] RP,HF,OC,TR

5:29 κυριος f35 [80%] RP,HF,OC,TR,CP ¦ χριστος 𝕻46ℵA,B,048 [20%] NU

§5:30 εκ της σαρκος αυτου και εκ των οστεων αυτου f35 (93.3%) RP,HF,OC,TR,CP ¦ 12345789 (2.5%) ¦ 56789 (0.5%) ¦ — 𝕻46ℵA,B,048 (2.3%) NU ¦ six other variants (1.3%) (The omission is a not very difficult case of homoioteleuton.)

*5:31 τον f35 𝕻46ℵA,048 [99%] RP,HF,OC,TR,CP[NU] ¦ — B [1%]

5:31 αυτου f35 A [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [3%] NU

5:31 την f35 𝕻46ℵA,048 [99%] RP,HF,OC,TR,CP[NU] ¦ — B [1%]

§5:32 εις f35 𝕻46ℵA [85%] RP,HF,OC,TR,CP,NU ¦ — B [15%]

*5:33 καθ᾿ ἑνα rell ¦ καθένα f35 (I include this for the record and so as not to lose sight of it, but since there is evidently no difference in meaning I stay with the conventional spelling. Since the shift from τ to θ is caused by aspiration, there is no ambiguity).