Proclaim the Word!
1Διαμαρτύρομαι οὖν ἐγώ, ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· 2Κήρυξον τὸν Λόγον· ἐπίστηθι εὐκαίρως ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται· ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν 4—καί, ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Timothy will no longer have Paul to help him
6Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. 7Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. 8Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος Κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
Concluding remarks
“Please come quickly”
9Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην—Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11Λουκᾶς ἐστιν μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε—καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις.
People will disappoint you
16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. Μὴ αὐτοῖς λογισθείη. 17Ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη. Καὶ ἐρρύσθην ἐκ στόματος λέοντος· 18καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Farewell
19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.,

Notes


*4:1 ουν εγω f35 (85.9%) RP,HF,OC,TR,CP ¦ 1 (4%) ¦ 2 (1%) ¦ — ℵA,C,I (9.1%) NU

4:1 του κυριου f35 [90%] RP,HF,OC,TR ¦ 2 [3%] ¦ — ℵA,C [5%] NU ¦ 12 ημων [2%] CP

4:1 ιησου χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA,C [5%] NU

§4:1 κατα f35 [97%] RP,HF,OC,TR,CP ¦ και ℵA,C [3%] NU

*4:3 επιθυμιας τας ιδιας f35 (69.8%) RP,HF,OC,TR,CP ¦ ~ 31 ℵA,C (30.1%) NU ¦ one other reading (0.2%)

4:6 εμης αναλυσεως f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 2 μου ℵA,C [5%] NU

4:7 αγωνα τον καλον f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 31 ℵA,C [4%] NU

§4:10 εγκατελιπεν rell ¦ εγκατελειπεν A,C [15%]

*4:10 κρισκης f35 [60%] CP ¦ κρησκης ℵA,C [40%] RP,HF,OC,TR,NU

4:10 δαλματιαν rell ¦ δελματιαν C [8%] ¦ δερματιαν A [2%]

4:11 αγε f35 ℵC [85%] RP,HF,OC,TR,NU ¦ αγαγε A [15%] CP

§4:13 φελονην f35 ℵA,C [65%] RP,CP ¦ φαιλονην [29%] HF,OC,TR,NU ¦ φελωνην [5%] ¦ φαιλωνην [1%]

*4:13 απελιπον rell ¦ απελειπον A,C [15%] ¦ απεστειλα [2%]

4:14 αποδωη f35 [90%] RP,HF,OC,TR,CP ¦ αποδωσει ℵA,C [10%] NU

4:15 ανθεστηκεν f35 [97%] RP,HF,OC,TR,CP ¦ αντεστη ℵA,C [3%] NU

§4:16 συμπαρεγενετο f35 [96%] RP,HF,OC,TR,CP ¦ παρεγενετο ℵA,C [4%] NU

*4:16 εγκατελιπον rell ¦ εγκατελειπον A,C [15%]

4:17 ακουση f35 [90%] RP,HF,OC,TR,CP ¦ ακουσωσιν ℵA,C [10%] NU

4:18 και f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [4%] NU

§4:19 πρισκαν f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ πρισκιλλαν [15%] CP

*4:20 απελιπον rell ¦ απελειπον C [15%]

4:22 κυριος ιησους χριστος f35 C [94%] RP,HF,OC,TR,CP ¦ 12 A [3%] ¦ 1 ℵ [3%] NU

4:22 αμην f35 [97%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [3%] NU

§4:22 The citation of f35 is based on thirty-six MSS—18, 35, 201, 204, 328, 386, 394, 444, 604, 757, 824, 928, 959, 986, 1072, 1075, 1100, 1247, 1249, 1503, 1548, 1637, 1725, 1732, 1761, 1768, 1855, 1864, 1865, 1876, 1892, 2080, 2466, 2554, 2587 and 2723—all of which I collated myself. 824, 1072 and 1864 are ‘perfect’ representative of f35 in 2 Timothy, as they stand, as were the exemplars of 1503, 1075, 1865 and 2723. Since these MSS come from all over the Mediterranean world (Sinai, Jerusalem, Patmos, Constantinople, Bucharest, Aegean, Trikala, Athens, Mt. Athos [seven different monasteries], Grottaferrata, Vatican, etc.) they are certainly representative of the family, giving us the precise family profile—it is reflected in the Text without exception. In the statements of evidence I have included the percentage of manuscript attestation for each variant, within either ( ) or [ ]. I have used ( ) for the evidence taken from TuT, which I take to be reasonably precise. For the variant sets that are not covered there I had to revert to von Soden and the apparatus of N-A27, supplementing from other sources where possible (Scrivener and Tischendorf)—the percentages offered, I have used [ ] for these, are extrapolations based on a comparison of these sources. I venture to predict, if complete collations ever become available, that for any non-Byzantine variants listed with 5 to 1% support (in my apparatus) the margin of error should not exceed ±1%; for non-Byzantine variants listed with 10 to 6% support the margin of error should hardly exceed ±3%; where there is some division among the Byzantine witnesses the margin of error should rarely exceed ±15%. But I guarantee the witness of Family 35. Please see the last footnote for Matthew for further information.