ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
Greeting
1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, 2Τιμοθέῳ, ἀγαπητῷ τέκνῳ· Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Paul addresses Timothy’s spiritual crisis
Paul encourages Timothy
3Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας, 4ἐπιποθῶν σε ἰδεῖν (μεμνημένος σου τῶν δακρύων), ἵνα χαρᾶς πληρωθῶ· 5ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως—ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνείκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6Δι᾿ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Don’t be ashamed to suffer for Christ
8Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ 9—τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου· 11εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. 12Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Be loyal—the example of Onesiphorus
13Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελλος καὶ Ἑρμογένης. 16Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη· 17ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν 18(δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ)· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν βέλτιον σὺ γινώσκεις.

Notes


*1:1 ιησου χριστου f35 A [60%] RP,TR ¦ ~ 21 ℵ [40%] HF,OC,NU ¦ — CP[?]

1:4 πληρωθω f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ πλησθω [10%] CP

1:5 λαμβανων f35 [96%] RP,HF,OC,TR,CP ¦ λαβων ℵA,C [4%] NU

§1:5 λωιδι rell ¦ λοιδι [3%] ¦ λωιδη [2%] CP

*1:5 ευνεικη f35 [50%] TR ¦ ευνικη ℵA,C [45%] RP,HF,OC,CP,NU ¦ ευνηκη [5%]

1:9 κατ f35 [95%] RP,HF,OC,TR,CP ¦ κατα ℵA,C [5%] NU

1:10 ιησου χριστου f35 C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU

§1:11 εθνων f35 C (99%) RP,HF,OC,TR,CP ¦ — ℵA,I (1%) NU (It is improbable that NU could be correct here; even the Coptic abandons them.)

*1:12 παραθηκην f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ παρακαταθηκην [15%] CP

1:14 παραθηκην f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ παρακαταθηκην [10%] TR

1:15 φυγελλος f35 A [60%] OC,TR ¦ φυγελος ℵC [35%] RP,HF,CP,NU ¦ φρυγελλος [5%]

§1:16 επησχυνθη f35 ℵ [50%] TR ¦ επαισχυνθη A,C [49%] RP,HF,OC,CP,NU ¦ καταισχυνθη [1%] (Apparently we have alternate forms of the aorist passive indicative, so the meaning is the same.)

*1:17 σπουδαιοτερον f35 (94.3%) RP,HF,OC,TR,CP ¦ σπουδαιοτερως A (1.7%) ¦ σπουδαιως ℵ(C) (3.8%) NU ¦ one other variant (0.2%)