Some concluding instructions
Pursue the will of God
1Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε (ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας) 2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι τοῦ Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3Ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι—πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς 6(εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι).
Redeem the time
7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς. 8Πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· 9φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· 10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. 11Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Suffering in the will of God
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπέπαυται. Κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. 15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριοεπίσκοπος· 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ. 17Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; 18Καί, ‹Εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;› 19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ Κτίστῃ, παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Notes


*4:1 υπερ ημων f35 A (88.4%) RP,HF,OC,TR,CP ¦ 1 υμων (ℵ) (7.2%) ¦ — 𝕻72B,C (4.4%) NU

4:1 σαρκι f35 𝕻72ℵA,B,C [76%] NU ¦ εν 1 [24%] RP,HF,OC,TR,CP (OC is in small print.)

4:2 του f35 [22%] ¦ — 𝕻72ℵA,B,C [78%] RP,HF,OC,TR,CP,NU

§4:3 υμιν f35 ℵ (41.7%) HF,OC,CP ¦ ημιν C (47.1%) RP,TR ¦ — 𝕻72A,B (11.2%) NU

*4:3 χρονος f35 𝕻72ℵA,B,C [26%] NU ¦ 1 του βιου [74%] RP,HF,OC,TR,CP

4:3 θελημα f35 [87%] RP,HF,OC,TR,CP ¦ βουλημα 𝕻72ℵA,B,C [13%] NU

4:3 κατεργασασθαι f35 [89%] RP,HF,OC,TR,CP ¦ κατειργασασθε Cv [3%] ¦ κατειργασθαι 𝕻72(ℵ)A,B [6%] NU ¦ three further variants [2%]

§4:3 και αθεμιτοις rell ¦ — [1%] CP

*4:3 ειδωλολατριαις f35 ℵA,C [70%] OC,CP,NU ¦ ειδωλολατρειαις B [30%] RP,HF,TR

4:6 [This delightful verse has given commentators no end of exercise. Verse 5 ends with “judge living and dead”, but anyone who is dead was once alive, obviously, and the judgment will be based on what they did while alive, which is why everyone needs to be evangelized while in this life. There is no definite article with ‘dead’, either in verse 5 or 6, so Peter is referring to the ones who were evangelized in this life—he is not saying that everyone has been or will be evangelized. Everyone will be judged, but to ‘live according to God in spirit’ one must respond adequately to the Gospel.]

4:7 τας f35 [70%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B [30%] NU

§4:8 δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵAv,B [2%] NU

*4:8 η f35 [49%] OC ¦ — 𝕻72ℵA,B [51%] RP,HF,TR,CP,NU (OC is in small print.)

4:8 καλυπτει f35 A,B [60%] NU ¦ καλυψει 𝕻72ℵ [40%] RP,HF,OC,TR,CP

4:9 γογγυσμων f35 [83%] RP,HF,OC,TR,CP ¦ γογγυσμου ℵA,B [17%] NU ¦ γογυζμου 𝕻72 ¦ one other variant

§4:10 αυτο rell ¦ αυτω [12%]

*4:11 ως f35 [69%] RP,HF,OC,CP ¦ ης 𝕻72ℵA,B [28%] TR,NU ¦ — [3%]

4:11 δοξαζηται Θεος f35 [20%] ¦ 1 ο 2 𝕻72ℵA,B [73%] RP,HF,OC,TR,CP,NU ¦ ~ ο 21 [6%] ¦ three other readings (The lack of the article emphasizes the inherent quality of the noun.)

4:11 εστιν rell ¦ — A [13%]

§4:11 αιωνας f35 𝕻72 [27%] ¦ 1 των αιωνων ℵA,B [73%] RP,HF,OC,TR,CP,NU (The reading of f35 [Kr] is independent of Kx and has the earliest attestation.)

*4:12 πειρασμον rell ¦ πειρασμων [4%] CP

4:14 δοξης f35 𝕻72B (75.7%) RP,HF,TR,CP,NU ¦ 1 και δυναμεως (ℵ)A (24.3%) OC

4:14 αναπεπαυται f35 [39%] CP ¦ επαναπαυεται A [6%] ¦ επαναπεπαυται 𝕻72 [2%] ¦ αναπαυεται ℵB [52%] RP,HF,OC,TR,NU ¦ αναπεμπεται [1%]

§4:14 κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται f35 [83%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B [17%] NU

*4:15 αλλοτριοεπισκοπος f35 [89%] RP,HF,OC,TR,CP ¦ αλλοτριος επισκοπος A [4%] ¦ αλλοτριοις επισκοπος 𝕻72 ¦ αλλοτριεπισκοπος ℵB [7%] NU

4:16 μερει f35 [88%] RP,HF,OC,TR,CP,ECM ¦ ονοματι 𝕻72ℵA,B [11%] NU ¦ conflation [1%]

4:17 ο f35 𝕻72B [80%] RP,HF,OC,TR,CP[NU]ECM ¦ — ℵA [20%]

§4:17 ημων rell ¦ υμων ℵ [13%]

*4:18 ασεβης και αμαρτωλος f35 B [87%] RP,HF,OC,TR,CP,NU ¦ ~ 321 𝕻72 [3%] ¦ 12 ο 3 ℵA [10%]

4:19 ως f35 [94%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B [6%] NU

4:19 αυτων f35 𝕻72ℵA [95%] RP,HF,OC,CP,NU ¦ εαυτων [5%] TR ¦ — B (Four of TRs five percent actually have εαυτων ψυχας.)

§4:19 αγαθοποιια rell ¦ αγαθοποιιαις 𝕻72A [13%] ¦ one other reading