A word to wives
1Ὁμοίως, αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς, ἄνευ λόγου, κερδηθήσονται 2(ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν), 3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. 5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6ὡς Σάρρα ὑπήκουσεν τῷ Ἁβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
A word to husbands
7Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
The golden rule
8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10«Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἡμέρας ἰδεῖν ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον· 11ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. 12Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.»
Better to suffer than to sin
13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; 14Ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. «Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε.» 15Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πραΰτητος καὶ φόβου· 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τῇ ἀγαθῇ ἐν Χριστῷ ἀναστροφῇ. 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
Follow Christ’s example to victory
18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲ πνεύματι· 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾿ ἔστιν ὀκτώ, ψυχαὶ διεσώθησαν δι᾿ ὕδατος· 21 ἀντίτυπον, νῦν καὶ ἡμᾶς σῴζει, βάπτισμα (οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν) δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Notes


*3:1 αι f35 𝕻72C [94%] RP,HF,OC,TR,CP[NU]ECM ¦ και 1 [3%] ¦ δε και 1 [2%] ¦ — 𝕻81ℵA,B [1%] ¦ two other variants

3:1 και ει τινες f35 𝕻72ℵA [80%] RP,HF,OC,TR,CP,NU ¦ ~ 213 C [10%] ¦ 23 𝕻81vB [3%] ¦ 1 οιτινες [6%] ¦ οιτινες [1%]

3:1 κερδηθησονται f35 𝕻72ℵA,B,C [98%] RP,HF,OC,CP,NU ¦ κερδησονται [1%] ¦ κερδηθησωνται [1%] TR

§3:3 εμπλοκης f35 𝕻72ℵA,B [81%] RP,HF,OC,TR,CP,NU ¦ εν πλοκης C [8%] ¦ εκ πλοκης [10%] ¦ two further variants

*3:4 πραεος και ησυχιου f35 A,C [74%] RP,HF,OC,TR,CP ¦ 13 ℵ [0.4%] ¦ πραεως 23 𝕻72 [25%] NU ¦ ~ 32 πραεως B [0.2%] ¦ two more variants

3:4 του rell ¦ — [20%]

3:5 επι τον f35 ℵ [81%] OC,TR,CP ¦ εις 2 [7%] ¦ 1 [3%] RP,HF ¦ εις 𝕻72A,B,C [9%] NU

§3:6 ἁβρααμ f35 [50%] ¦ ἀβρααμ ℵA,B,C [50%] RP,HF,OC,TR,CP,NU (When Jehovah changed Abram’s name to Abraham [Genesis 17:5] the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.)

*3:6 εγενηθητε f35 𝕻81vℵA,B,C [63%] RP,HF,OC,TR,NU ¦ εγεννηθητε 𝕻72 [35%] CP ¦ εγεννηθη [2%] (The extra nu is presumably a mistake.)

3:7 συγκληρονομοι f35 (A,C) [90%] RP,HF,OC,TR,CP ¦ συγκληρονομοις 𝕻81 (𝕻72B) [9%] NU ¦ συνκληρονομους ℵ ¦ two other readings

3:7 χαριτος ζωης f35 𝕻81vB,C [58%] RP,HF,OC,TR,CP,NU ¦ 1 ζωσης [35%] ¦ ποικιλης 12 ℵA [7%] ¦ 12 αιωνιου 𝕻72

§3:7 εγκοπτεσθαι f35 𝕻81(ℵ)A,B [70%] RP,HF,OC,CP,NU ¦ εκκοπτεσθαι 𝕻72C [30%] TR

*3:8 φιλοφρονες f35 (73.3%) RP,HF,OC,TR,CP ¦ ταπεινοφρονες 𝕻72,81vℵA,B,C (22.3%) NU ¦ several conflations that garner (4.4%)

3:9 ειδοτες f35 (90.3%) RP,HF,OC,TR,CP ¦ — 𝕻72,81ℵA,B,C (9.7%) NU

3:10 ημερας ιδειν f35 C [26%] ¦ ~ 21 𝕻72,81vℵA,B [74%] RP,HF,OC,TR,CP,NU (f35 [Kr] is independent of Kx.)

§3:10 αυτου f35 ℵ [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻72,81A,B,C [5%] NU

*3:10 αυτου f35 [89%] RP,HF,OC,TR,CP ¦ — 𝕻72,81vℵA,B,C [11%] NU

3:11 απο f35 ℵ [93%] RP,HF,OC,TR,CP ¦ δε 1 𝕻72A,B,C [7%] NU

3:12 οτι f35 𝕻72,81ℵA,B,C [98%] RP,HF,OC,CP,NU ¦ 1 οι [2%] TR

§3:12 κακα f35 𝕻72ℵA,B,C [93%] RP,HF,OC,TR,NU ¦ 1 του εξολοθρευσαι αυτους εκ γης [7%] CP

*3:13 μιμηται f35 [75%] RP,HF,OC,TR,CP ¦ ζηλωται (𝕻72ℵ)A(B)C [25%] NU

3:14 ει και πασχοιτε f35 𝕻72(ℵ)B,C [82%] RP,HF,OC,TR,NU ¦ ~ 213 [8%] ¦ 12 πασχετε [5.5%] CP ¦ 1 δε 23 A [4.5%]

3:15 θεον f35 [94%] RP,HF,OC,TR,CP ¦ χριστον 𝕻72ℵA,B,C [6%] NU

§3:15 δε f35 [83%] RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B,C [17%] NU

*3:15 ελπιδος f35 [81%] RP,HF,OC,TR,CP ¦ 1 αλλα 𝕻72ℵA,B,C [19%] NU

3:15 πραυτητος rell ¦ πραοτητος [15%]

3:16 καταλαλουσιν f35 ℵA,C (44.4%) RP,OC,CP ¦ καταλαλωσιν (50%) HF,TR ¦ καταλαλεισθε 𝕻72B (5%) NU ¦ two other readings

§3:16 υμων ως κακοποιων f35 ℵA,C (92.4%) RP,HF,OC,TR,CP ¦ υμας 23 (2.4%) ¦ — 𝕻72B (5.2%) NU

*3:16 τη αγαθη εν χριστω αναστροφη f35 [20%] ¦ την αγαθην 34 αναστροφην (ℵ)A,B [50%] RP,HF,OC,TR,CP,NU ¦ ~ την 34 αγαθην αναστροφην 𝕻72 [24%] ¦ την 34 αγνην αναστροφην C [1%] ¦ την καλην 34 αναστροφην [4%] ¦ — [1%] (The dative is correct for the object of επηρεαζω, but if copyists were not familiar with the verb they would naturally ‘correct’ to the accusative. ECM lists 15 variations for the 6-word phrase.)

3:17 θελοι f35 𝕻72ℵA,B,C [92%] RP,HF,OC,CP,NU ¦ θελει [3%] TR ¦ — [5%]

3:18 επαθεν f35 B [78%] RP,HF,OC,TR,CP,NU ¦ υπερ ημων 1 [6%] ¦ απεθανεν C [3%] ¦ υπερ ημων απεθανεν (ℵ) [10%] ¦ υπερ υμων απεθανεν 𝕻72A [3%]

§3:18 ημας f35 A,C [64%] OC,TR,CP ¦ υμας 𝕻72B [36%] RP,HF,NU ¦ — ℵ

*3:18 δε f35 ℵA,B,C [96%] RP,HF,OC,CP,NU ¦ 1 τω [4%] TR ¦ 1 εν 𝕻72

3:20 απεξεδεχετο f35 𝕻72ℵA,B,C [88%] RP,HF,OC,CP,NU ¦ απαξ εδεχετο [11%] ¦ απαξ εξεδεχετο TR ¦ three other readings

3:20 ολιγαι f35 C [87%] RP,HF,OC,TR,CP ¦ ολιγοι 𝕻72ℵA,B [12%] NU ¦ ο λογος [1%]

§3:21 ο f35 A,B,C [84%] RP,HF,OC,TR,NU ¦ ω [12%] CP ¦ ου [1.5%] ¦ — 𝕻72ℵ [2.5%]

*3:21 αντιτυπον νυν και ημας f35 [74%] RP,HF,OC(CP) ¦ 123 υμας [2%] ¦ ~ 3412 C [8%] TR ¦ ~ 3 υμας 12 𝕻72A,B [12%] NU ¦ ~ 3 υμας 21 ℵ (There are seven further variants that together garner 4%; ημας has about 85%.)

3:22 του f35 𝕻72A,C [99.4%] RP,HF,OC,TR,CP[NU]ECM ¦ — ℵB [0.6%]