About marriage
1Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. 2Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ἡ γυνή. 5Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν 7(θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως). 8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ· 9εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
Mixed marriages
10Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω (οὐκ ἐγὼ ἀλλ᾿ ὁ Κύριος)· γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι 11(ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω), καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 12Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω (οὐχ ὁ Κύριος)· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. 13Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. 14Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω—οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. 16Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
About other situations
17Εἰ μή, ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω (καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι). 18Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; Μὴ περιτεμνέσθω. 19Ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. 20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. 21Δοῦλος ἐκλήθης; Μή σοι μελέτω, ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ Θεῷ.
About virgins
25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. 26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην—ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι· 27Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα. 28Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
A sense of urgency
29Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, 30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Marriage again
32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου· πῶς ἀρέσει τῷ Κυρίῳ. 33Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσει τῇ γυναικί. 34Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσει τῷ ἀνδρί. 35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. 38Ὥστε, καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.
39Γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς, ἐὰν δὲ καὶ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι—μόνον ἐν Κυρίῳ. 40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην—δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.

Notes


*7:1 μοι f35 A [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU

7:3 οφειλομενην ευνοιαν f35 [96%] HF,RP,OC,TR,CP ¦ οφειλην 𝕻46vℵA,B,C [4%] NU

7:4 αλλ rell ¦ αλλα ℵA,B,C [1%] NU

§7:4 ομοιως rell ¦ ομοιος CP

*7:4 αλλ rell ¦ αλλα 𝕻46ℵA,B,C [2%] NU

7:5 σχολαζητε f35 [94%] HF,RP,OC,TR,CP ¦ σχολασητε 𝕻46ℵA,B,C [4%] NU ¦ σχολασηται [1%] ¦ σχολαζηται [1%]

7:5 νηστεια και τη f35 (92.4%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (6.7%) NU [homoioteleuton] ¦ ~ (0.8%) (‘prayer’ before ‘fasting’)

§7:5 συνερχεσθε f35 𝕻46 [56%] ¦ συνερχησθε [40%] HF,RP,OC,TR,CP ¦ ητε ℵA,B,C [4%] NU

*7:5 πειραζη rell ¦ πειραζει [15%]

7:7 γαρ f35 B [95%] HF,RP,OC,TR,CP ¦ δε 𝕻46ℵA,C [5%] NU

7:7 αλλ rell ¦ αλλα 𝕻46B,C [2%] NU

§7:7 χαρισμα εχει f35 𝕻46 [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [4%] NU ¦ 1 C

*7:7 ος μεν ουτως ος f35 𝕻46 (95.5%) HF,RP,OC,TR,CP ¦ ο 23 ο ℵA,B,C (3.9%) NU ¦ four other readings (0.7%)

7:8 τοις rell ¦ ταις [15%]

7:8 εστιν f35 [94%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [6%] NU

§7:9 κρεισσον f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ κρειττον (𝕻46ℵ)B [2%] NU ¦ κρειτγον [1%]

*7:10 παραγγελλω rell ¦ παραγγελω [5%] CP

7:10 αλλ rell ¦ αλλα ℵA,B [1%] NU

7:12 εγω λεγω f35 [94%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [6%] NU

§7:12 αὐτη rell ¦ αὑτη NU

*7:13 ητις f35 A,B [90%] HF,RP,TR,CP ¦ ει τις 𝕻46ℵ [10%] OC,NU

7:13 αυτος f35 [97%] HF,RP,OC,TR,CP ¦ ουτος 𝕻46ℵA,B,C [3%] NU

7:13 αυτον f35 [97%] HF,RP,OC,TR,CP ¦ τον ανδρα 𝕻46A,B,C [3%] NU ¦ 1 ανδρα ℵ

§7:14 ανδρι f35 (94.9%) HF,RP,OC,TR,CP ¦ αδελφω 𝕻46ℵA,B,C (3.5%) NU ¦ 1 πιστω (0.8%) ¦ two other readings (0.7%)

*7:15 ημας f35 𝕻46B [96%] HF,RP,OC,TR,CP ¦ υμας ℵA,C [4%] NU

7:17 εμερισεν ο θεος f35 (87.6%) HF,RP,OC,TR,CP ¦ ~ 231 A (4.9%) ¦ 12 κυριος 𝕻46C (5.1%) NU ¦ 1 κυριος (1.2%) ¦ μεμερικεν 2 κυριος ℵB (0.7%) ¦ three other readings (0.5%)

7:17 θεος εκαστον ως κεκληκεν ο κυριος f35 [93%] HF,RP,OC,TR,CP ¦ ~ 623451 𝕻46ℵA,B,C [7%] NU

§7:17 ταις εκκλησιαις πασαις f35 𝕻46A,B,C [95%] HF,RP,OC,TR,NU ¦ ~ 312 ℵ [5%] CP

*7:18 τις εκληθη f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ κεκληται 1 𝕻46ℵA,B [4%] NU ¦ 1 κεκληται 𝕻15 [1%]

7:22 και f35 [93%] HF,RP,OC,TR,CP ¦ — 𝕻15(46)ℵA,B [3%] NU ¦ δε [1%] ¦ δε 1 [3%]

7:24 παρα f35 𝕻46ℵB [93%] HF,RP,CP,NU ¦ 1 τω A [7%] OC,TR

§7:28 γημης f35 [96%] HF,RP,OC,TR,CP ¦ γαμησης 𝕻46ℵB [3%] NU ¦ γαμηση A ¦ λαβης γυναικα [1%]

*7:29 αδελφοι rell ¦ 1 οτι [12%]

7:29 το λοιπον εστιν f35 [93%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵA,B [5%] NU ¦ ~ 32 𝕻15 [1%] ¦ three other readings [1%]

7:31 τω κοσμω f35 [98%] HF,RP,OC,TR,CP ¦ τον κοσμον 𝕻15,46ℵA,B [2%] NU

§7:31 τουτω rell ¦ — 𝕻15,46ℵA,B [1%] NU ¦ τουτον [1%]

*7:32 αρεσει f35 [96%] HF,RP,OC,TR,CP ¦ αρεση 𝕻46ℵA,B [4%] NU

7:33 δε rell ¦ — [2%] CP

7:33 αρεσει f35 [96%] HF,RP,OC,TR,CP ¦ αρεση 𝕻46ℵA,B [4%] NU

§7:34 μεμερισται και f35 [88%] HF,RP,OC,CP ¦ 212 𝕻15,46ℵA,B [7%] NU ¦ 1 [5%] TR (OC is in small print.)

*7:34 και η παρθενος η αγαμος f35 (93.4%) HF,RP,OC,TR,CP ¦ 4512345 𝕻46ℵA (2.4%) ¦ ~ 45123 𝕻15B (3.7%) NU ¦ three other readings (0.5%)

7:34 και f35 𝕻46A [95%] HF,RP,OC,TR,CP ¦ 1 τω ℵB [4%] NU ¦ 1 το [1%]

7:34 και f35 [94%] HF,RP,OC,TR,CP ¦ 1 τω 𝕻46ℵA,B [6%] NU

§7:34 αρεσει f35 [98%] HF,RP,OC,TR,CP ¦ αρεση 𝕻46ℵA,B [2%] NU

*7:35 συμφερον f35 [98.5%] HF,RP,OC,TR,CP ¦ συμφορον 𝕻15,46ℵA,B [1.5%] NU

7:35 ευπροσεδρον f35 [85%] HF,RP,TR ¦ ευπαρεδρον 𝕻46ℵA,B [15%] OC,CP,NU

7:37 εδραιος εν τη καρδια f35 [91%] HF,RP,OC,TR,CP ¦ ~ 234 αυτου 1 ℵA,B [4%] NU ¦ ~ 234 αυτου 𝕻46v [1%] ¦ 1234 αυτου [3%]

§7:37 καρδια αυτου f35 [95%] HF,RP,OC,TR,CP ¦ ιδια 1 ℵA,B [3%] NU ¦ 1 [2%]

*7:37 του f35 [75%] HF,RP,OC,TR,CP ¦ — (ℵ)A,B [20%] NU ¦ το [5%]

7:37 ποιει f35 [98%] HF,RP,OC,TR,CP ¦ ποιησει 𝕻46ℵA,B [2%] NU

7:38 εκγαμιζων f35 (72.2%) HF,RP,OC,TR,CP ¦ γαμιζων 𝕻(15)46ℵ(A)B (12.8%) NU ¦ εγγαμιζων (5.6%) ¦ long omissions (9.4%)

§7:38 καλως f35 (83.1%) HF,RP,OC,TR,CP ¦ την εαυτου παρθενον 1 𝕻15ℵA (6.8%) NU ¦ την παρθενον εαυτου 1 B (0.3%) ¦ την παρθενον αυτου 1 𝕻46 (0.3%) ¦ long omissions (9.4%)

*7:38 ποιει rell ¦ ποιη CP ¦ ποιησει 𝕻15,46B [1.5%]

7:38 ο δε f35 [95%] HF,RP,OC,TR,CP ¦ και ο 𝕻46ℵA,B [5%] NU

7:38 εκγαμιζων f35 [95%] HF,RP,OC,TR,CP ¦ γαμιζων 𝕻46ℵA,B [5%] NU

§7:38 ποιει f35 [97%] HF,RP,OC,TR,CP ¦ ποιησει 𝕻46ℵA,B [3%] NU

*7:39 νομω f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻15,46ℵA,B (2.6%) NU ¦ γαμω (0.7%)

7:39 και f35 [80%] HF,RP,CP ¦ — 𝕻46ℵA,B [20%] OC,TR,NU

7:39 ανηρ f35 𝕻46ℵA,B [88%] HF,RP,CP,NU ¦ 1 αυτης [12%] OC,TR