The nature of the Christian life
Immorality must be punished
1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται—ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. 3Ἐγὼ μὲν γάρ, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον· 4ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
Down with moral ‘yeast’
6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε, ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. 8Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἱλικρινείας καὶ ἀληθείας.
Avoid contaminators
9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις 10—καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ—τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ, καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Notes


*5:1 ονομαζεται f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (3.2%) NU

5:2 εξαρθη f35 [95%] HF,RP,OC,TR,CP ¦ αρθη 𝕻46ℵA,B,C [5%] NU

5:2 ποιησας f35 𝕻46B [97%] HF,RP,OC,TR,CP ¦ πραξας ℵA,C [3%] NU

§5:3 ως f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU

*5:4 ημων f35 𝕻46B [97%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA [3%]

5:4 χριστου f35 𝕻46ℵ [96%] HF,RP,OC,TR,CP ¦ — A,B [4%] NU

5:4 χριστου f35 [94%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU ¦ longer omissions [1%]

§5:5 ιησου f35 ℵ [88%] HF,RP,OC,TR ¦ ημων 1 χριστου A [10%] lat,syr,cop ¦ 1 χριστου [1%] CP ¦ — 𝕻46B [1%] NU

*5:7 ουν f35 C,048 [65%] OC,TR ¦ — 𝕻46ℵA,B [35%] HF,RP,CP,NU (OC is in small print.)

5:7 υπερ ημων f35 (91.8%) HF,RP,OC,TR,CP ¦ 1 υμων (4.3%) ¦ — ℵA,B,C,048 (3.3%) NU ¦ two other readings (0.5%)

5:8 εορταζωμεν rell ¦ εορταζομεν A [20%]

§5:8 εἱλικρινειας f35 [20%] ¦ εἰλικρινειας 𝕻46B [55%] HF,RP,OC,TR,CP,NU ¦ ειλικρινιας ℵC [23%] ¦ ιλικρινιας [1%] ¦ ηλικρινιας A (Since collators have generally not recorded breathing, one can only guess at percentages.)

*5:9 συναναμιγνυσθαι rell ¦ συναναμιγνυσθε [10%]

5:10 και f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

5:10 η f35 𝕻46 [96%] HF,RP,OC,TR,CP ¦ και ℵA,B,C,048 [4%] NU

§5:10 οφειλετε f35 [82%] HF,RP,OC,TR,CP ¦ ωφειλετε 𝕻46(ℵ)B,C [13%] NU ¦ ωφειλεται (A) [3%] ¦ οφειλεται [2%]

*5:11 νυνι f35 ℵC [55%] HF,TR ¦ νυν 𝕻46A,B [45%] RP,OC,CP,NU

5:11 ἦ rell ¦ ὴ [50%]

5:11 η πλεονεκτης η ειδωλολατρης η λοιδορος rell ¦ ~ 561234 CP ¦ ~ 341256 [1%]

§5:12 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU

*5:13 κρινεῖ f35 [80%] HF,RP,CP,NU ¦ κρίνει [20%] OC,TR

5:13 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU

5:13 εξαρειτε f35 [85%] HF,RP,OC,TR ¦ εξαρατε ℵA,B,C [4%] NU ¦ εξαιρετε 𝕻46 [1%] ¦ εξαιρειτε [3%] CP ¦ εξαρειται [6%] ¦ three further spellings [1%]